Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
τοῦτο τὸ ψήφισμα
γράφεται Πελοπίδας παρανόμων, ἰσχυριζόμενος
ὅτι Θηβαίοις οὐ πάτριον ἦν ἰδίᾳ κατ᾽ ἄνδρα
τιμᾶν, ἀλλὰ τῇ πατρίδι κοινῶς τὸ τῆς νίκης
ὄνομα σῴζειν. καὶ τὸν μὲν Χάρωνα παρὰ πᾶσαν
τὴν δίκην ἐγκωμιάζων ἀφθόνως διετέλεσε, τὸν δὲ
Μενεκλείδαν βάσκανον καὶ πονηρὸν ἐξελέγχων,
καὶ τοὺς Θηβαίους ἐρωτῶν εἰ μηδὲν αὐτοῖς καλὸν
πέπρακται, ὥστε1 Μενεκλείδαν ζημιῶσαι χρήμασιν,
ἃ μὴ δυνάμενος ἐκτῖσαι διὰ πλῆθος, ὕστερον ἐπεχείρησε κινῆσαι καὶ μεταστῆσαι τὴν πολιτείαν. ταῦτα μὲν οὖν ἔχει τινὰ καὶ τοῦ βίου ἀποθεώρησιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.