previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

ὁρῶν δὲ τῶν ἐν λόγῳ δυνατῶν τῷ φρονεῖν διαφερόντων ἀποχρώμενον εἰς ἔνια ταῖς ἐμπειρίαις τὸν δῆμον, ὑφορώμενον δ᾽ ἀεὶ καὶ φυλαττόμενον τὴν δεινότητα καὶ κολούοντα τὸ φρόνημα καὶ τὴν δόξαν, ὡς δῆλον ἦν τῇ Περικλέους καταδίκῃ καὶ τῷ Δάημωνος ἐξοστρακισμῷ καὶ τῇ πρὸς Ἀντιφῶντα τὸν Ῥαμνούσιον ἀπιστίᾳ τῶν πολλῶν, καὶ μάλιστα δὴ τοῖς περὶ Πάχητα τὸν ἑλόντα Λέσβον, [2] ὃς εὐθύνας διδοὺς τῆς στρατηγίας ἐν αὐτῷ τῷ δικαστηρίῳ στασάμενος ξίφος ἀνεῖλεν ἑαυτόν, τὰς μὲν ἐργώδεις πάνυ καὶ μακρὰς ἐπειρᾶτο διακρούεσθαι στρατηγίας, ὅπου δ᾽ αὐτὸς στρατεύοιτο τῆς ἀσφαλείας ἐχόμενος καὶ τὰ πλεῖστα κατορθῶν, ὡς εἰκός, εἰς οὐδεμίαν αὑτοῦ σοφίαν δύναμιν ἀρετὴν ἀνέφερε τὰς πράξεις, ἀλλὰ παρεχώρει τῇ τύχῃ καὶ κατέφευγεν εἰς τὸ θεῖον, τῷ φθόνῳ τῆς δόξης ὑφιέμενος. [3]

ἐπεμαρτύρει δὲ καὶ τὰ πράγματα: πολλῶν γὰρ τότε προσκρουσμάτων τῇ πόλει καὶ μεγάλων γενομένων, οὐδενὸς ἁπλῶς ἐκεῖνος μετέσχεν, ἀλλὰ περὶ Θρᾴκην μὲν ἡττήθησαν ὑπὸ Χαλκιδέων Καλλιάδου τε καὶ Ξενοφῶντος στρατηγούντων, τὸ δ᾽ Αἰτωλικὸν πταῖσμα συνέβη Δημοσθένους ἄρχοντος, ἐν δὲ Δηλίῳ χιλίους αὑτῶν ἀπέβαλον Ἱπποκράτους ἡγουμένου, τοῦ δὲ λοιμοῦ τὴν πλείστην αἰτίαν ἔλαβε Περικλῆς διὰ τὸν πόλεμον εἰς τὸ ἄστυ κατακλείσας τὸν ἀπὸ τῆς χώρας ὄχλον, ἐκ τῆς μεταβολῆς τῶν τόπων καὶ διαίτης ἀήθους γενομένου. [4] Νικίας δὲ τούτων ἁπάντων ἀναίτιος ἔμεινε: καὶ στρατηγῶν εἷλε μὲν Κύθηρα, νῆσον εὖ κατὰ τῆς Λακωνικῆς πεφυκυῖαν καὶ Λακεδαιμονίους ἔχουσαν οἰκήτορας, ἔλαβε δὲ καὶ πολλὰ τῶν ἐπὶ Θρᾴκης ἀφεστώτων καὶ προσηγάγετο, κατακλείσας δὲ Μεγαρεῖς εἰς τὴν πόλιν εὐθὺς μὲν ἔσχε Μίνῶαν τὴν νῆσον, ὀλίγῳ δ᾽ ὕστερον ἐκ ταύτης ὁρμώμενος Νισαίας ἐκράτησεν, εἰς δὲ τὴν Κορινθίαν ἀποβὰς ἐνίκησε μάχῃ καὶ διέφθειρε Κορινθίων πολλοὺς καὶ Λυκόφρονα τὸν στρατηγόν. [5]

ἔθα δ᾽ αὐτῷ συνέβη τῶν οἰκείων δύο νεκροὺς ἀπολιπεῖν διαλαθόντας περὶ τὴν ἀναίρεσιν. ὡς οὖν τοῦτ᾽ ἔγνω, τάχιστα τὸν στόλον ἐπιστήσας ἔπεμψε κήρυκα πρὸς τοὺς πολεμίους περὶ ἀναιρέσεως. καίτοι κατὰ νόμον τινὰ καὶ συνήθειαν ἐδόκουν οἱ νεκρῶν ὑποσπόνδων λαβόντες ἀναίρεσιν ἀπολέγεσθαι τὴν νίκην, καὶ τρόπαιον ἱστάναι τοὺς τούτου τυχόντας οὐκ ἔνθεσμον ἦν: νικᾶν γὰρ τοὺς κρατοῦντας, μὴ κρατεῖν δὲ τοὺς αἰτοῦντας, [6] ὡς λαβεῖν μὴ δυναμένους. ἀλλ᾽ ὅμως ἐκεῖνος ὑπέμεινε μᾶλλον προέσθαι τὸ νίκημα καὶ τὴν δόξαν καταλιπεῖν ἀτάφους δύο τῶν πολιτῶν.

πορθήσας δὲ τὴν παραλίαν τῆς Λακωνικῆς καὶ τοὺς ἀντιστάντας Λακεδαιμονίων τρεψάμενος, εἷλε Θυρέαν Αἰγινητῶν ἐχόντων, καὶ τοὺς αἱρεθέντας ἀπήγαγε ζῶντας εἰς Ἀθήνας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: