ἀλλὰ τούτῳ μὲν ἴσως ἀπὸ τῆς αὐτῆς ἐμμελείας ταῦτά τε γράφειν ἐπῄει καὶ τὴν Φιλίστου διάλεκτον εὐθύνειν, καὶ τοῖς περὶ Πλάτωνα καὶ Ἀριστοτέλην λοιδορεῖσθαι: ἐμοὶ δ᾽ ὅλως μὲν ἡ περὶ λέξιν ἅμιλλα καὶ ζηλοτυπία πρὸς ἑτέρους μικροπρεπὲς φαίνεται καὶ σοφιστικόν, ἂν δὲ πρὸς τὰ ἀμίμητα γίγνηται,