τούτοις δ᾽ ὅτι μὲν πολὺ τὸ πρὸς δόξαν καὶ φιλοτιμίαν πανηγυρικὸν1 καὶ ἀγοραῖον ἔνεστιν, οὐκ ἄδηλον, ἀλλὰ τῷ λοιπῷ τρόπῳ τοῦ ἀνδρὸς καὶ ἤθει πιστεύσειεν ἄν τις εὐσεβείας ἐπακολούθημα τὴν τοιαύτην χάριν καὶ δημαγωγίαν γενέσθαι σφόδρα γὰρ ἦν τῶν ἐκπεπληγμένων τὰ δαιμόνια καὶ ‘θειασμῷ προσκείμενος,’ ὥς φησι Θουκυδίδης. [2] ἐν δέ τινι τῶν Πασιφῶντος διαλόγων γέγραπται ὅτι καθ᾽ ἡμέραν ἔθυε τοῖς θεοῖς, καὶ μάντιν ἔχων ἐπὶ τῆς οἰκίας προσεποιεῖτο μὲν ἀεὶ σκέπτεσθαι περὶ τῶν δημοσίων, τὰ δὲ πλεῖστα περὶ τῶν ἰδίων καὶ μάλιστα περὶ τῶν ἀργυρείων μετάλλων: ἐκέκτητο γὰρ ἐν τῇ Λαυρεωτικῇ πολλά, μεγάλα μὲν εἰς πρόσοδον, οὐκ ἀκινδύνους δὲ τὰς ἐργασίας ἔχοντα: καὶ πλῆθος ἀνδραπόδων ἔτρεφεν αὐτόθι, καὶ τῆς οὐσίας ἐν ἀργυρίῳ τὸ πλεῖστον εἶχεν. [3] ὅθεν οὐκ ὀλίγοι περὶ αὐτὸν ἦσαν αἰτοῦντες καὶ λαμβάνοντες. ἐδίδου γὰρ οὐχ ἧττον τοῖς κακῶς ποιεῖν δυναμένοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία καὶ τοῖς χρηστοῖς ἡ φιλανθρωπία.
λαβεῖν δὲ περὶ τούτων μαρτυρίαν καὶ παρὰ τῶν κωμικῶν ἔστι. [4] Τηλεκλείδης μὲν γὰρ εἴς τινα τῶν συκοφαντῶν ταυτὶ πεποίηκε:
[5] ὁ δ᾽ ὑπ᾽ Εὐπόλιδος κωμῳδούμενος ἐν τῷ Μαρικᾷ παράγων τινὰ τῶν ἀπραγμόνων καὶ πενήτων λέγει:Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵν᾽ αὐτὸν μὴ λέγῃ
ὡς ἔφυ τῇ μητρὶ πάδων πρῶτος ἐκ βαλλαντίου:
τέσσαρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου:
ὧν δ᾽ ἕκατι τοῦτ᾽ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ
οὐκ ἐρῶ, φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ.Teleclides; Kock, Com. Att. Frag. i. p. 219
[6] ὁ δ᾽ Ἀριστοφάνους Κλέων ἀπειλῶν λέγει:Α.
πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ;
Β.
οὐδ᾽ εἶδον, εἰ μὴ ἔναγχος ἑστῶτ᾽ ἐν ἀγορᾷ.
Α.
ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι.
καίτοι τί μαθὼν2 ἂν εἶδεν, εἰ μὴ προὐδίδου;
Γ.
ἠκούσατ᾽, ὦ ξυνήλικες,
ἐπ᾽ αὐτοφώρῳ Νικίαν εἰλημμένον.
Β.
ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς,
λάβοιτ᾽ ἂν ἄνδρ᾽ ἄριστον ἐν κακῷ τινι;Eupolis, Maricas; Kock, Com. Att. Frag. i. p. 308
ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ καταπεπληγμένον ἐν τούτοις:λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.Arisoph. Kn. 358
ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδ᾽ ἐγώ,
κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας.Phrynichus; Kock, Com. Att. Frag. i. p. 385