τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογεομένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφήν, ἢ ἐκεῖνος ὁ ἀπ᾽ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισιν τροφήν, ᾗ νῦν χρώμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης τε καὶ θηριώδεος διαίτης εὑρών τε καὶ παρασκευασάμενος; ἐμοὶ μὲν γὰρ φαίνεται ὁ αὐτὸς λόγος καὶ ἓν καὶ ὅμοιον τὸ εὕρημα. ὁ μέν, ὅσων μὴ ἐδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ὑγιαίνουσα [10] ἐπικρατεῖν ἐμπιπτόντων διὰ τὴν θηριότητά τε καὶ τὴν ἀκρησίην, ὁ δέ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ δύνηται ἐπικρατεῖν, ταῦτα ἐζήτησεν ἀφελεῖν. τί δὴ τοῦτο ἐκείνου διαφέρει ἀλλ᾽ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον καὶ πλείονος πρηγματίης, ἀρχὴ [16] δὲ ἐκείνη ἡ πρότερον γενομένη;