Ἀπορέω δ᾽ ἔγωγε, οἱ τὸν λόγον ἐκεῖνον λέγοντες καὶ ἄγοντες ἐκ ταύτης τῆς ὁδοῦ ἐπὶ ὑπόθεσιν τὴν τέχνην τίνα ποτὲ τρόπον θεραπεύουσι τοὺς ἀνθρώπους, ὥσπερ ὑποτίθενται. οὐ γάρ ἐστιν αὐτοῖς, οἶμαι, ἐξευρημένον αὐτό τι ἐφ᾽ ἑωυτοῦ θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν μηδενὶ ἄλλῳ εἴδει κοινωνέον. ἀλλ᾽ οἴομαι ἔγωγε ταὐτὰ βρώματα καὶ πόματα αὐτοῖσι ὑπάρχειν, οἷσι πάντες χρεώμεθα. προστιθέασι δὲ τῷ μὲν εἶναι [10] θερμῷ, τῷ δὲ ψυχρῷ, τῷ δὲ ξηρῷ, τῷ δὲ ὑγρῷ, ἐπεὶ ἐκεῖνό γε ἄπορον προστάξαι τῷ κάμνοντι θερμόν τι προσενέγκασθαι. εὐθὺ γὰρ ἐρωτήσει: τί; ὥστε ληρεῖν ἀνάγκη ἢ ἐς τούτων τι τῶν γινωσκομένων καταφεύγειν. εἰ δὲ δὴ τυγχάνει τι θερμὸν ἐὸν στρυφνόν, ἄλλο δὲ θερμὸν ἐὸν πλαδαρόν, ἄλλο δὲ θερμὸν ἄραδον ἔχον — ἔστι γὰρ καὶ ἄλλα πολλὰ θερμὰ καὶ ἄλλας δυνάμιας ἔχοντα ἑωυτοῖς ὑπεναντίας — ἦ διοίσει τι αὐτῶν προσενεγκεῖν τὸ θερμὸν καὶ στρυφνὸν ἢ τὸ θερμὸν καὶ [20] πλαδαρὸν ἢ ἅμα τὸ ψυχρὸν καὶ στρυφνόν — ἔστι γὰρ καὶ τοιοῦτο — ἢ τὸ ψυχρόν τε καὶ πλαδαρόν: ὥσπερ γὰρ ἐγὼ οἶδα, πᾶν τοὐναντίον ἀφ᾽ ἑκατέρου αὐτῶν ἀποβαίνει, οὐ μοῦνον ἐν ἀνθρώπῳ, ἀλλὰ καὶ ἐν σκύτει καὶ ἐν ξύλῳ καὶ ἐν ἄλλοις πολλοῖς, ἅ ἐστιν ἀνθρώπου ἀναισθητότερα. οὐ γὰρ τὸ θερμόν ἐστιν τὸ τὴν μεγάλην δύναμιν ἔχον, ἀλλὰ τὸ στρυφνὸν καὶ τὸ πλαδαρὸν καὶ τἄλλα ὅσα μοι εἴρηται καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἔξω τοῦ ἀνθρώπου, καὶ ἐσθιόμενα καὶ πινόμενα καὶ ἔξωθεν ἐπιχριό [30] μενά τε καὶ προσπλασσόμενα.