previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅσα τε αὖἐπὶ τοὺς ὀφθαλμοὺς τρέπεται τῶν ῥευμάτων, ἰσχυρὰς καὶ παντοίας δριμύτητας ἔχοντα, ἑλκοῖ μὲν βλέφαρα, κατεσθίει δ᾽ ἐνίων γνάθους τε καὶ τὰ ὑπὸ τοῖσι ὀφθαλμοῖσι, ἐφ᾽ τι ἂν ἐπιρρυῇ, ῥήγνυσι δὲ καὶ διεσθίει τὸν ἀμφὶ τὴν ὄψιν χιτῶνα. ὀδύναι δὲ καὶ καῦμα καὶ φλογμὸς ἔσχατος κατέχει μέχρι τινός, μέχρι ἂν τὰ ῥεύματα πεφθῇ καὶ γένηται παχύτερα καὶ λήμη ἀπ᾽ αὐτῶν . τὸ δὲ πεφθῆναι γίνεται ἐκ τοῦ μιχθῆναι καὶ [10] κρηθῆναι ἀλλήλοισι καὶ συνεψηθῆναι. τοῦτο δέ, ὅσα ἐς τὴν φάρυγγα, ἀφ᾽ ὧν βράγχοι γίνονται καὶ συνάγχαι, ἐρυσιπέλατά τε καὶ περιπνευμονίαι, πάντα ταῦτα τὸ μὲν πρῶτον ἁλμυρά τε καὶ ὑγρὰ καὶ δριμέα ἀφίει, καὶ ἐν τοῖσι τοιούτοις ἔρρωται τὰ νοσήματα. ὅταν δὲ παχύτερα καὶ πεπαίτερα γένηται καὶ πάσης δριμύτητος ἀπηλλαγμένα, τότε ἤδη καὶ οἱ πυρετοὶ παύονται καὶ τἄλλα τὰ λυπέοντα τὸν ἄνθρωπον. δεῖ δὲ δήπου ταῦτα αἴτια ἑκάστου ἡγεῖσθαι εἶναι, ὧν παρεόντων μὲν τοιου [20] τότροπον γίνεσθαι ἀνάγκη, μεταβαλλόντων δὲ ἐς ἄλλην κρῆσιν παύεσθαι. ὁπόσα οὖν ἀπ᾽ αὐτῆς τῆς θέρμης εἰλικρινέος ψύξιος γίνεται καὶ μὴ μετέχει ἄλλης δυνάμιος μηδεμιῆς, οὕτω παύοιτο ἄν, ὅταν μεταβάλλῃ ἐκ τοῦ θερμοῦ ἐς τὸ ψυχρὸν καὶ ἐκ τοῦ ψυχροῦ ἐς τὸ θερμόν. μεταβάλλει δὲ ὅνπερ προείρηταί μοι τρόπον. ἔτι τοίνυν τἄλλα ὅσα κακοπαθεῖ ἄνθρωπος πάντα ἀπὸ δυναμίων γίνεται. τοῦτο μὲν γάρ, ὅταν πικρότης τις ἀποχυθῇ, ἣν δὴ χολὴν ξανθὴν καλέομεν, οἷαι ἄσαι [p. 50] [30] καὶ καύματα καὶ ἀδυναμίαι κατέχουσιν: ἀπαλλασσόμενοι δὲ τούτου, ἐνίοτε καὶ καθαιρόμενοι, αὐτόματοι ὑπὸ φαρμάκου, ἢν ἐν καιρῷ τι αὐτῶν γίνηται, φανερῶς καὶ τῶν πόνων καὶ τῆς θέρμης ἀπαλλάσσονται. ὅσον δ᾽ ἂν χρόνον ταῦτα μετέωρα καὶ ἄπεπτα καὶ ἄκρητα, μηχανὴ οὐδεμία οὔτε τῶν πόνων παύεσθαι οὔτε τῶν πυρετῶν. καὶ ὅσοισι δὲ ὀξύτητες προσίστανται δριμεῖαί τε καὶ ἰώδεες, οἷαι λύσσαι καὶ δήξιες σπλάγχνων καὶ θώρηκος καὶ ἀπορίη: οὐ παύεταί τι τούτου πρό [40] τερον, πρὶν ἀποκαθαρθῇ τε καὶ καταστορεσθῇ καὶ μιχθῇ τοῖσιν ἄλλοισιν: πέσσεσθαι δὲ καὶ μεταβάλλειν καὶ λεπτύνεσθαί τε καὶ παχύνεσθαι ἐς χυμῶν εἶδος δι᾽ ἄλλων εἰδέων καὶ παντοίων-διὸ καὶ κρίσιες καὶ ἀριθμοὶ τῶν χρόνων ἐν τοῖσι τοιούτοισι μέγα δύνανταιπάντων δὴ τούτων ἥκιστα προσήκει θερμῷ ψυχρῷ πάσχειν: οὔτε γὰρ ἂν τοῦτό γε σαπείη οὔτε παχυνθείη. †τί γὰρ αὐτὸ φήσωμεν εἶναι; κρήσιας αὐτῶν ἄλλην πρὸς ἄλληλα ἐχούσας δύναμιν.† ἐπεὶ ἄλλῳ γε [50] οὐδενὶ τὸ θερμὸν μιχθὲν παύσεται τῆς θέρμης [p. 52] τῷ ψυχρῷ οὐδέ γε τὸ ψυχρὸν τῷ θερμῷ. τὰ δὲ ἄλλα πάντα τὰ περὶ τὸν ἄνθρωπον, ὅσῳ ἂν πλείοσι μίσγηται, τοσούτῳ ἠπιώτερα καὶ βελτίω. πάντων δὲ ἄριστα διάκειται ἄνθρωπος, ὅταν πᾶνπέσσηται καὶ ἐν ἡσυχίῃ , μηδεμίαν δύναμιν ἰδίην ἀποδεικνύμενον, περὶ οὗ ἡγεῦμαι ἐπιδεδεῖ [57] χθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: