previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας.

μηδέποτ᾽ ἀπὸ τῶν κοινῶν τινα μήτ᾽ ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἀτεχνίαν προσμαρτυρήσητε: καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ κακοηθείας. [2]οὗτος ταχέως λούεται.’ κακῶς οὖν ποιεῖ; οὐ πάντως. [3] ἀλλὰ τί; ταχέως λούεται. — πάντα οὖν καλῶς γίνεται; — οὐδαμῶς: ἀλλὰ τὰ μὲν ἀπὸ δογμάτων ὀρθῶν καλῶς, τὰ δ᾽ ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφ᾽ οὗ τις ποιεῖ ἕκαστα, μήτ᾽ ἐπαίνει τὸ ἔργον μήτε ψέγε. [4] δόγμα δ᾽ ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. ‘οὗτος τέκτων ἐστίν.’ διὰ τί; ‘χρῆται σκεπάρνῳ.’ τί οὖν τοῦτο; ‘οὗτος μουσικός: ᾁδει γάρ.’ καὶ τί τοῦτο; ‘οὗτος φιλόσοφος.’ διὰ τί; [5]τρίβωνα γὰρ ἔχει καὶ κόμην.’ οἱ δ᾽ ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐτῶν, εὐθὺς λέγειἰδοὺ φιλόσοφος τί ποιεῖ.’ ἔδει δ᾽ ἀφ᾽ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον. [6] εἰ μὲν γὰρ αὕτη ἐστὶν τοῦ φιλοσόφου πρόληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον: εἰ δ᾽ ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας; [7] οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγειτί ὄφελος τεκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά,’ ἀλλὰ πᾶν τοὐναντίον λέγειοὗτος οὐκ ἔστι τέκτων, πελεκᾷ γὰρ κακῶς.’ [8] ὁμοίως κἂν ᾁδοντός τινος ἀκούσῃ κακῶς, οὐ λέγειἰδοὺ πῶς ᾁδουσιν οἱ μουσικοί,’ ἀλλὰ μᾶλλον [9]οὗτος ὅτι οὐκ ἔστι μουσικός.’ ἐπὶ φιλοσοφίας δὲ μόνης τοῦτο πάσχουσιν: ὅταν τινὰ ἴδωσι παρὰ τὸ ἐπάγγελμα τὸ τοῦ φιλοσόφου ποιοῦντα, οὐχὶ τῆς προσηγορίας ἀφαιροῦνται αὐτόν, ἀλλὰ θέντες εἶναι φιλόσοφον, εἶτ᾽ ἀπ᾽ αὐτοῦ τοῦ γινομένου λαβόντες, ὅτι ἀσχημονεῖ, ἐπάγουσι μηδὲν ὄφελος εἶναι τοῦ φιλοσοφεῖν. τί οὖν τὸ αἴτιον; [10] ὅτι τὴν μὲν τοῦ τέκτονος πρόληψιν πρεσβεύομεν καὶ τὴν τοῦ μουσικοῦ καὶ ὡσαύτως τῶν ἄλλων τεχνιτῶν, τὴν τοῦ φιλοσόφου δ᾽ οὔ, ἀλλ᾽ ἅτε συγκεχυμένην καὶ ἀδιάρθρωτον ἀπὸ τῶν ἐκτὸς μόνον κρίνομεν. [11] καὶ ποία ἄλλη τέχνη ἀπὸ σχήματος ἀναλαμβάνεται καὶ κόμης, οὐχὶ δὲ καὶ θεωρήματα ἔχει καὶ ὕλην καὶ τέλος; [12] τίς οὖν ὕλη τοῦ φιλοσόφου; μὴ τρίβων; οὔ, ἀλλὰ λόγος. τί τέλος; μή τι φορεῖν τρίβωνα; οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεωρήματα; μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται κόμη βαθεῖα; ἀλλὰ μᾶλλον Ζήνων λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκόλουθά ἐστιν. [13] οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δ᾽, αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγειςὅρα τὸν φιλόσοφον’ (ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφονκαὶ πάλιντοῦτο φιλόσοφός ἐστιν.’ ‘ὅραδὲτὸν τέκτοναοὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς λιχνεύοντα ἴδῃς, οὐδὲ [14]ὅρα τὸν μουσικόν.’ οὕτως ἐπὶ ποσὸν αἰσθάνῃ καὶ αὐτὸς τῆς ἐπαγγελίας τοῦ φιλοσόφου, ἀπολισθάνεις δὲ καὶ συγχέῃ ὑπὸ ἀμελετησίας. [15]

ἀλλὰ καὶ αὐτοὶ οἱ καλούμενοι φιλόσοφοι ἀπὸ τῶν κοινῶν τὸ πρᾶγμα μετίασιν: εὐθὺς ἀναλαβόντες τρίβωνα καὶ πώγωνα καθέντες φασὶνἐγὼ φιλόσοφός εἰμι.’ [16] οὐδεὶς δ᾽ ἐρεῖἐγὼ μουσικός εἰμι,’ ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδ᾽ἐγὼ χαλκεύς εἰμι,’ ἂν πιλίον καὶ περίζωμα περιθῆται, ἀλλ᾽ ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα, οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν. [17] διὰ τοῦτο καλῶς Εὐφράτης ἔλεγεν ὅτιἐπὶ πολὺ ἐπειρώμην λανθάνειν φιλοσοφῶν καὶ ἦν μοι,’ φησίν, ‘τοῦτο ὠφέλιμον. πρῶτον μὲν γὰρ ᾔδειν, ὅσα καλῶς ἐποίουν, ὅτι οὐ διὰ τοὺς θεατὰς ἐποίουν, ἀλλὰ δι᾽ ἐμαυτόν: ἤσθιον ἐμαυτῷ καλῶς, κατεσταλμένον εἶχον τὸ βλέμμα, τὸν περίπατον: πάντα ἐμαυτῷ καὶ θεῷ. [18] εἶτα ὥσπερ μόνος ἠγωνιζόμην, οὕτως μόνος καὶ ἐκινδύνευον: οὐδὲν ἐμοὶ δράσαντι τὸ αἰσχρὸν ἀπρεπὲς τὸ τῆς φιλοσοφίας ἐκινδυνεύετο, οὐδ᾽ ἔβλαπτον τοὺς πολλοὺς ὡς φιλόσοφος ἁμαρτάνων. [19] διὰ τοῦτο οἱ μὴ εἰδότες μου τὴν ἐπιβολὴν ἐθαύμαζον, πῶς πᾶσι φιλοσόφοις χρώμενος καὶ συζῶν αὐτὸς οὐκ ἐφιλοσόφουν. [20] καὶ τί κακόν, ἐν οἷς ἐποίουν ἐπιγιγνώσκεσθαι τὸν φιλόσοφον, ἐν δὲ τοῖς συμβόλοις μή;’ βλέπε, πῶς ἐσθίω, πῶς πίνω, πῶς καθεύδω, πῶς ἀνέχομαι, πῶς ἀπέχομαι, πῶς συνεργῶ, πῶς ὀρέξει χρῶμαι, πῶς ἐκκλίσει, πῶς τηρῶ τὰς σχέσεις τὰς φυσικὰς ἐπιθέτους ἀσυγχύτως καὶ ἀπαραποδίστως: ἐκεῖθέν με κρῖνε, εἰ δύνασαι. [21] εἰ δ᾽ οὕτως κωφὸς εἶ καὶ τυφλός, ἵνα μηδὲ τὸν Ἥφαιστον ὑπολαμβάνῃς καλὸν χαλκέα, ἂν μὴ τὸ πιλίον ἴδῃς περὶ τὴν κεφαλὴν περικείμενον, τί κακὸν ὑφ᾽ οὕτως ἠλιθίου κριτοῦ ἀγνοεῖσθαι;

[22] οὕτως ἐλάνθα νε παρὰ τοῖς πλείστοις Σωκράτης καὶ ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις συσταθῆναι. [23] μή τι οὖν ἠγανάκτει ὡς ἡμεῖς καὶ ἔλεγενἐγὼ δέ σοι οὐ φαίνομαι φιλόσοφος;;’ ἀλλ᾽ ἀπῆγεν καὶ συνίστα ἑνὶ ἀρκούμενος τῷ εἶναι φιλόσοφος, χαίρων δὲ καί, ὅτι μὴ δοκῶν οὐκ ἐδάκνετο: ἐμέμνητο γὰρ τοῦ ἰδίου ἔργου. [24] τί ἔργον καλοῦ καὶ ἀγαθοῦ; μαθητὰς πολλοὺς ἔχειν; οὐδαμῶς. ὄψονται οἱ περὶ τοῦτο ἐσπουδακότες. ἀλλὰ θεωρήματα δύσκολα ἀκριβοῦν; ὄψονται καὶ περὶ τούτων ἄλλοι. [25] ποῦ οὖν αὐτὸς καὶ ἦν τις καὶ εἶναι ἤθελεν; ὅπου βλάβη καὶ ὠφέλεια. ‘εἴ μέ τις,’ φησίν, ‘βλάψαι δύναται, ἐγὼ οὐδὲν ποιῶ: εἰ ἄλλον περιμένω, ἵνα με ὠφελήσῃ, ἐγὼ οὐδέν εἰμι. θέλω τι καὶ οὐ γίνεται: ἐγὼ ἀτυχής εἰμι.’ [26] εἰς τοσοῦτο σκάμμα προεκαλεῖτο πάντα ὁντιναοῦν καὶ οὐκ ἄν μοι δοκεῖ ἐκστῆναι οὐδενίτί δοκεῖτε; καταγγέλλων καὶ λέγωνἐγὼ τοιοῦτός εἰμι;’ μὴ γένοιτο, ἀλλὰ ὢν τοιοῦτος. [27] πάλιν γὰρ τοῦτο μωροῦ καὶ ἀλαζόνοςἐγὼ ἀπαθής εἰμι καὶ ἀτάραχος: μὴ ἀγνοεῖτε, ἄνθρωποι, ὅτι ὑμῶν κυκωμένων καὶ θορυβουμένων περὶ τὰ μηδενὸς ἄξια μόνος ἐγὼ ἀπήλλαγμαι πάσης ταραχῆς.’ [28] οὕτως οὐκ ἀρκεῖ σοι τὸ μηδὲν ἀλγεῖν, ἂν μὴ κηρύσσῃςσυνέλθετε πάντες οἱ ποδαγρῶντες, οἱ κεφαλαλγοῦντες, οἱ πυρέσσοντες, οἱ χωλοί, οἱ τυφλοί, καὶ ἴδετέ με ἀπὸ παντὸς πάθους ὑγιᾶ;’ [29] τοῦτο κενὸν καὶ φορτικόν, εἰ μή τις ὡς Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι, πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀκεῖνοι, καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν τὴν σεαυτοῦ. [30]

τοιοῦτος γάρ τίς ἐστιν Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγωνἵν᾽ ἴδητε, ἄνθρωποι, ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν οὐχ ὅπου ἐστὶ ζητεῖτε, [31] ἀλλ᾽ ὅπου μή ἐστιν, ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα, ἀλλὰ μηδ᾽ ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος: καὶ ἴδετε, πῶς ὑγιαίνω: πειράθητέ μου κἂν ἴδητε ἀτάραχον, ἀκούσατε τὰ φάρμακα καὶ ὑφ᾽ ὧν ἐθεραπεύθην.’ [32] τοῦτο γὰρ ἤδη καὶ φιλάνθρωπον καὶ γενναῖον. ἀλλ᾽ ὁρᾶτε, τίνος ἔργον ἐστίν: τοῦ Διὸς ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ ταύτης τῆς ὑπηρεσίας, ἵνα μηδαμοῦ μηδὲν παραγυμνώσῃ πρὸς τοὺς πολλούς, δι᾽ οὗ τὴν μαρτυρίαν τὴν αὑτοῦ, ἣν τῇ ἀρετῇ μαρτυρεῖ καὶ τῶν ἐκτὸς καταμαρτυρεῖ, αὐτὸς ἄκυρον ποιήσῃ:


οὔτ᾽ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
δάκρυ᾽ ὀμορξάμενον.
[33] καὶ οὐ μόνον ταῦτα, ἀλλ᾽ οὐδὲ ποθοῦντά τι ἐπιζητοῦντα, ἄνθρωπον τόπον διαγωγήν, ὡς τὰ παιδία τὸν τρυγητὸν τὰς ἀργίας, αἰδοῖ πανταχοῦ κεκοσμημένον, ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς.

[34] νῦν δ᾽ αὐτὸ μόνον κινηθέντες πρὸς φιλοσοφίαν, ὡς οἱ κακοστόμαχοι πρός τι βρωμάτιον, μετὰ μικρὸν σικχαίνειν μέλλουσιν, εὐθὺς ἐπὶ τὸ σκῆπτρον, ἐπὶ τὴν βασιλείαν. καθεῖκε τὴν κόμην, ἀνείληφε τρίβωνα, γυμνὸν δεικνύει τὸν ὦμον, μάχεται τοῖς ἀπαντῶσιν κἂν ἐν φαινόλῃ τινὰ ἴδῃ, μάχεται αὐτῷ. [35] ἄνθρωπε, χειμάσκησον πρῶτον: ἰδοῦ σου τὴν ὁρμήν, μὴ κακοστομάχου κισσώσης γυναικός ἐστιν. ἀγνοεῖσθαι μελέτησον πρῶτον, τίς εἶ: σαυτῷ φιλοσόφησον ὀλίγον χρόνον. [36] οὕτως καρπὸς γίνεται: κατορυγῆναι δεῖ εἰς χρόνον τὸ σπέρμα, κρυφθῆναι, κατὰ μικρὸν αὐξηθῆναι, ἵνα τελεσφορήσῃ. ἂν δὲ πρὸ τοῦ γόνυ φῦσαι τὸν στάχυν ἐξενέγκῃ, ἀτελές ἐστιν, ἐκ κήπου Ἀδωνιακοῦ. [37] τοιοῦτον εἶ καὶ σὺ φυτάριον: θᾶττον τοῦ δέοντος ἤνθηκας, ἀποκαύσει σε χειμών. [38] ἰδοῦ, τί λέγουσιν οἱ γεωργοὶ περὶ τῶν σπερμάτων, ὅταν πρὸ ὥρας θερμασίαι γένωνται. ἀγωνιῶσιν, μὴ ἐξυβρίσῃ τὰ σπέρματα, εἶτα αὐτὰ πάγος εἷς λαβὼν ἐξελέγξῃ. [39] ὅρα καὶ σύ, ἄνθρωπε: ἐξύβρικας, ἐπιπεπήδηκας δοξαρίῳ πρὸ ὥρας: δοκεῖς τις εἶναι, μωρὸς παρὰ μωροῖς: ἀποπαγήσῃ, μᾶλλον δ᾽ ἀποπέπηγας ἤδη ἐν τῇ ῥίζῃ κάτω, τὰ δ᾽ ἄνω σου μικρὸν ἔτι ἀνθεῖ καὶ διὰ τοῦτο δοκεῖς ἔτι ζῆν καὶ θάλλειν. [40] ἄφες ἡμᾶς γε κατὰ φύσιν πεπανθῆναι. τί ἡμᾶς ἀποδύεις, τί βιάζῃ; οὔπω δυνάμεθα ἐνεγκεῖν τὸν ἀέρα. ἔασον τὴν ῥίζαν αὐξηθῆναι, εἶτα γόνυ λαβεῖν τὸ πρῶτον, εἶτα τὸ δεύτερον, εἶτα τὸ τρίτον: εἶθ᾽ οὕτως καρπὸς ἐκβιάσεται τὴν φύσιν, κἂν ἐγὼ μὴ θέλω. [41] τίς γὰρ ἐγκύμων γενόμενος καὶ πλήρης τηλικούτων δογμάτων οὐχὶ αἰσθάνεταί τε τῆς αὑτοῦ παρασκευῆς καὶ ἐπὶ τὰ κατάλληλα ἔργα ὁρμᾷ; [42] ἀλλὰ ταῦρος μὲν οὐκ ἀγνοεῖ τὴν αὑτοῦ φύσιν καὶ παρασκευήν, ὅταν ἐπιφανῇ τι θηρίον, οὐδ᾽ ἀναμένει τὸν προτρεψόμενον, οὐδὲ κύων, ὅταν ἴδῃ τι τῶν ἀγρίων ζῴων: [43] ἐγὼ δ᾽ ἂν ἴσχω τὴν ἀνδρὸς ἀγαθοῦ παρασκευήν, ἐκδέξομαι, ἵνα με σὺ παρασκευάσῃς ἐπὶ τὰ οἰκεῖα ἔργα; νῦν δ᾽ οὔπω ἔχω, πίστευσόν μοι. τί οὖν με πρὸ ὥρας ἀποξηρᾶναι θέλεις, ὡς αὐτὸς ἐξηράνθης;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: