previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τί ἐρημία καὶ ποῖος ἔρημος.

ἐρημία ἐστὶ κατάστασίς τις ἀβοηθήτου. οὐ γὰρ μόνος ὢν εὐθὺς καὶ ἔρημος, ὥσπερ οὐδ᾽ ἐν πολλοῖς ὢν οὐκ ἔρημος. [2] ὅταν γοῦν ἀπολέσωμεν ἀδελφὸν υἱὸν φίλον, προσαναπαυόμεθα, λέγομεν ἀπολελεῖφθαι ἔρημοι, πολλάκις ἐν Ῥώμῃ ὄντες, τοσούτου ὄχλου ἡμῖν ἀπαντῶντος καὶ τοσούτων συνοικούντων, ἔσθ᾽ ὅτε πλῆθος δούλων ἔχοντες. [3] θέλει γὰρ ἔρημος κατὰ τὴν ἔννοιαν ἀβοήθητός τις εἶναι καὶ ἐκκείμενος τοῖς βλάπτειν βουλομένοις. διὰ τοῦτο, ὅταν ὁδεύωμεν, τότε μάλιστα ἐρήμους λέγομεν ἑαυτούς, ὅταν εἰς λῃστὰς ἐμπέσωμεν. οὐ γὰρ ἀνθρώπου ὄψις ἐξαιρεῖται ἐρημίας, ἀλλὰ πιστοῦ καὶ αἰδήμονος καὶ ὠφελίμου. [4] ἐπεὶ εἰ τὸ μόνον εἶναι ἀρκεῖ πρὸς τὸ ἔρημον εἶναι, λέγε ὅτι καὶ Ζεὺς ἐν τῇ ἐκπυρώσει ἔρημός ἐστι καὶ κατακλαίει αὐτὸς ἑαυτοῦ: ‘τάλας ἐγώ, οὔτε τὴν Ἥραν ἔχω οὔτε τὴν Ἀθηνᾶν οὔτε τὸν Ἀπόλλωνα οὔτε ὅλως ἀδελφὸν υἱὸν ἔγγονον συγγενῆ.’ [5] ταῦτα καὶ λέγουσί τινες ὅτι ποιεῖ μόνος ἐν τῇ ἐκπυρώσει. οὐ γὰρ ἐπινοοῦσι διεξαγωγὴν μόνου καὶ ἀπό τινος φυσικοῦ ὁρμώμενοι, ἀπὸ τοῦ φύσει κοινωνικοῦ εἶναι καὶ φιλαλλήλου καὶ ἡδέως συναναστρέφεσθαι ἀνθρώποις. [6] ἀλλ᾽ οὐδὲν ἧττον δεῖ τινα καὶ πρὸς τοῦτο παρασκευὴν ἔχειν τὸ δύνασθαι αὐτὸν ἑαυτῷ ἀρκεῖν, δύνασθαι αὐτὸν ἑαυτῷ συνεῖναι: [7] ὡς Ζεὺς αὐτὸς ἑαυτῷ σύνεστιν καὶ ἡσυχάζει ἐφ᾽ ἑαυτοῦ καὶ ἐννοεῖ τὴν διοίκησιν τὴν ἑαυτοῦ οἵα ἐστὶ καὶ ἐν ἐπινοίαις γίνεται πρεπούσαις ἑαυτῷ, οὕτως καὶ ἡμᾶς δύνασθαι αὐτοὺς ἑαυτοῖς λαλεῖν, μὴ προσδεῖσθαι ἄλλων, διαγωγῆς μὴ ἀπορεῖν: [8] ἐφιστάνειν τῇ θείᾳ διοικήσει, τῇ αὑτῶν πρὸς τἆλλα σχέσει: ἐπιβλέπειν, πῶς πρότερον εἴχομεν πρὸς τὰ συμβαίνοντα, πῶς νῦν: τίνα ἐστὶν ἔτι τὰ θλίβοντα: πῶς ἂν θεραπευθῇ καὶ ταῦτα, πῶς ἐξαιρεθῇ: εἴ τινα ἐξεργασίας δεῖται τούτων, κατὰ τὸν αὐτῶν λόγον ἐξεργάζεσθαι.

[9] ὁρᾶτε γάρ, ὅτι εἰρήνην μεγάλην Καῖσαρ ἡμῖν δοκεῖ παρέχειν, ὅτι οὐκ εἰσὶν οὐκέτι πόλεμοι οὐδὲ μάχαι οὐδὲ λῃστήρια μεγάλα οὐδὲ πειρατικά, ἀλλ᾽ ἔξεστιν πάσῃ ὥρᾳ ὁδεύειν, πλεῖν ἀπ᾽ ἀνατολῶν ἐπὶ δυσμάς. [10] μή τι οὖν καὶ ἀπὸ πυρετοῦ δύναται ἡμῖν εἰρήνην παρασχεῖν, μή τι καὶ ἀπὸ ναυαγίου, μή τι καὶ ἀπὸ ἐμπρησμοῦ ἀπὸ σεισμοῦ ἀπὸ κεραυνοῦ; ἄγε ἀπ᾽ ἔρωτος; οὐ δύναται. ἀπὸ πένθους; οὐ δύναται. ἀπὸ φθόνου; οὐ δύναται. ἀπ᾽ οὐδενὸς ἁπλῶς τούτων: [11] δὲ λόγος τῶν φιλοσόφων ὑπισχνεῖται καὶ ἀπὸ τούτων εἰρήνην παρέχειν. καὶ τί λέγει; ‘ἄν μοι προσέχητε, ἄνθρωποι, ὅπου ἂν ἦτε, τι ἂν ποιῆτε, οὐ λυπηθήσεσθε, οὐκ ὀργισθήσεσθε, οὐκ ἀναγκασθήσεσθε, οὐ κωλυθήσεσθε, ἀπαθεῖς δὲ καὶ ἐλεύθεροι διάξετε ἀπὸ πάντων.’ [12] ταύτην τὴν εἰρήνην τις ἔχων οὐχὶ κεκηρυγμένην οὐχ ὑπὸ τοῦ Καίσαροςπόθεν γὰρ αὐτῷ ταύτην κηρύξαι;), ἀλλ᾽ ὑπὸ τοῦ θεοῦ κεκηρυγμένην διὰ τοῦ λόγου οὐκ ἀρκεῖται, ὅταν μόνος, ἐπιβλέπων καὶ ἐνθυμούμενος [13]νῦν ἐμοὶ κακὸν οὐδὲν δύναται συμβῆναι, ἐμοὶ λῃστὴς οὐκ ἔστιν, ἐμοὶ σεισμὸς οὐκ ἔστιν, πάντα εἰρήνης μεστά, πάντα ἀταραξίας: πᾶσα ὁδός, πᾶσα πόλις, πᾶσα σύνοδος, γείτων, κοινωνὸς ἀβλαβής. ἄλλος παρέχει τροφάς, μέλει, ἄλλος ἐσθῆτα, ἄλλος αἰσθήσεις ἔδωκεν, ἄλλος προλήψεις. [14] ὅταν δὲ μὴ παρέχῃ τἀναγκαῖα, τὸ ἀνακλητικὸν σημαίνει, τὴν θύραν ἤνοιξεν καὶ λέγει σοιἔρχου.’ ποῦ; εἰς οὐδὲν δεινόν, ἀλλ᾽ ὅθεν ἐγένου, εἰς τὰ φίλα καὶ συγγενῆ, εἰς τὰ στοιχεῖα. [15] ὅσον ἦν ἐν σοὶ πυρός, εἰς πῦρ ἄπεισιν, ὅσον ἦν γῃδίου, εἰς γῄδιον, ὅσον πνευματίου, εἰς πνευμάτιον, ὅσον ὑδατίου, εἰς ὑδάτιον. οὐδεὶς Ἅιδης οὐδ᾽ Ἀχέρων οὐδὲ Κωκυτὸς οὐδὲ Πυριφλεγέθων, ἀλλὰ πάντα θεῶν μεστὰ καὶ δαιμόνων;’ [16] ταῦτά τις ἐνθυμεῖσθαι ἔχων καὶ βλέπων τὸν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ γῆς ἀπολαύων καὶ θαλάσσης ἔρημός ἐστιν οὐ μᾶλλον καὶ ἀβοήθητος. [17]τί οὖν; ἄν τις ἐπελθών μοι μόνῳ ἀποσφάξῃ με;’ μωρέ, σὲ οὔ, ἀλλὰ τὸ σωμάτιον.

[18] ποία οὖν ἔτι ἐρημία, ποία ἀπορία; τί χείρονας ἑαυτοὺς ποιῶμεν τῶν παιδαρίων; τινα ὅταν ἀπολειφθῇ μόνα, τί ποιεῖ; ἄραντα ὀστράκια καὶ σποδὸν οἰκοδομεῖ τί ποτε, εἶτα καταστρέφει καὶ πάλιν ἄλλο οἰκοδομεῖ: καὶ οὕτως οὐδέποτε ἀπορεῖ διαγωγῆς. [19] ἐγὼ οὖν, ἂν πλεύσητε ὑμεῖς, μέλλω καθήμενος κλαίειν ὅτι μόνος ἀπελείφθην καὶ ἔρημος οὕτως; οὐκ ὀστράκια ἕξω, οὐ σποδόν; ἀλλ᾽ ἐκεῖνα ὑπ᾽ ἀφροσύνης ταῦτα ποιεῖ, ἡμεῖς δ᾽ ὑπὸ φρονήσεως δυστυχοῦμεν;

[20] πᾶσα μεγάλη δύναμις ἐπισφαλὴς τῷ ἀρχομένῳ. φέρειν οὖν δεῖ τὰ τοιαῦτα κατὰ δύναμιν, ἀλλὰ κατὰ φύσιν . [21] ... ἀλλ᾽ οὐχὶ τῷ φθισικῷ. μελέτησόν ποτε διαγωγὴν ὡς ἄρρωστος, ἵνα ποθ᾽ ὡς ὑγιαίνων διαγάγῃς. ἀσίτησον, ὑδροπότησον: ἀπόσχου ποτὲ παντάπασιν ὀρέξεως, ἵνα ποτὲ καὶ εὐλόγως ὀρεχθῇς. εἰ δ᾽ εὐλόγως, ὅταν ἔχῃς τι ἐν σεαυτῷ ἀγαθόν, εὖ ὀρεχθήσῃ. [22] οὔ: ἀλλ᾽ εὐθέως ὡς σοφοὶ διάγειν ἐθέλομεν καὶ ὠφελεῖν ἀνθρώπους. ποίαν ὠφέλειαν; τί ποιεῖς; σαυτὸν γὰρ ὠφέλησας; ἀλλὰ προτρέψαι αὐτοὺς θέλεις. σὺ γὰρ προτέτρεψαι; θέλεις αὐτοὺς ὠφελῆσαι. [23] δεῖξον αὐτοῖς ἐπὶ σεαυτοῦ, οἵους ποιεῖ φιλοσοφία, καὶ μὴ φλυάρει. ἐσθίων τοὺς συνεσθίοντας ὠφέλει, πίνων τοὺς πίνοντας, εἴκων πᾶσι, παραχωρῶν, ἀνεχόμενος, οὕτως αὐτοὺς ὠφέλει καὶ μὴ κατεξέρα αὐτῶν τὸ σαυτοῦ φλέγμα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: