previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς τοὺς μαχίμους καὶ θηριώδεις.

καλὸς καὶ ἀγαθὸς οὔτ᾽ αὐτὸς μάχεταί τινι οὔτ᾽ ἄλλον ἐᾷ κατὰ δύναμιν. [2] παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν βίος Σωκράτους, ὃς οὐ μόνον αὐτὸς πανταχοῦ ἐξέφυγεν μάχην, ἀλλ᾽ οὐδ᾽ ἄλλους μάχεσθαι εἴα. [3] ὅρα παρὰ Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο, πῶς τοῦ υἱοῦ ἐξελεγχόμενος ὑπ᾽ αὐτοῦ, σοφιζόμενος. [4] λίαν γὰρ ἀσφαλῶς ἐμέμνητο, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν οὖν ἄλλο ἤθελεν τὸ ἴδιον. [5] τί δ᾽ ἔστι τοῦτο; οὐχἱκ ... ος οὗτος ... κατὰ φύσιν: τοῦτο γὰρ ἀλλότριον: ἀλλ᾽ ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτοῖς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ διεξάξει μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ φύσιν. [6] τοῦτο γάρ ἐστιν, ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ. στρατηγῆσαι; οὔ: ἀλλ᾽, ἂν διδῶται, ἐπὶ ταύτης τῆς ὕλης τὸ ἴδιον ἡγεμονικὸν τηρῆσαι. γῆμαι; οὔ: ἄλλ᾽, ἂν διδῶται γάμος, ἐν ταύτῃ τῇ ὕλῃ κατὰ φύσιν ἔχοντα αὑτὸν τηρῆσαι. [7] ἂν δὲ θέλῃ τὸν υἱὸν μὴ ἁμαρτάνειν τὴν γυναῖκα, θέλει τὰ ἀλλότρια μὴ εἶναι ἀλλότρια. καὶ τὸ παιδεύεσθαι, τοῦτ᾽ ἔστιν μανθάνειν τὰ ἴδια καὶ τὰ ἀλλότρια.

[8] ποῦ οὖν ἔτι μάχης τόπος τῷ οὕτως ἔχοντι; μὴ γὰρ θαυμάζει τι τῶν γινομένων; μὴ γὰρ καινὸν αὐτῷ φαίνεται; μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσδέχεται τὰ παρὰ τῶν φαύλων ἀποβαίνει αὐτῷ; μὴ γὰρ οὐ κέρδος λογίζεται πᾶν τι ἀπολείπουσιν τοῦ ἐσχάτου; [9]ἐλοιδόρησέν σε δεῖνα.’ πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. ‘ἀλλὰ καὶ ἔπληξεν.’ πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. ‘ἀλλὰ καὶ ἔτρωσεν.’ πολλὴ χάρις, ὅτι μὴ ἀπέκτεινεν. [10] πότε γὰρ ἔμαθεν παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἀδικία; ταῦτα οὖν μὴ μεμαθηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ φαινομένῳ συμφέροντι; [11]βέβληκεν γείτων λίθους.’ μή τι οὖν σὺ ἡμάρτηκας; ‘ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη.’ σὺ οὖν σκευάριον εἶ; [12] οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν: ἀνθρώπῳ δ᾽ ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις ἔχων ἐλήλυθας: μή τι τὴν θηριώδη; μή τι τὴν μνησικακητικήν; [13] ἵππος οὖν πότ᾽ ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται: οὐχ ὅταν μὴ δύνηται κοκκύζειν, ἀλλ᾽ ὅταν μὴ τρέχειν. δὲ κύων; ὅταν πέτεσθαι μὴ δύνηται; [14] ἀλλ᾽ ὅταν μὴ ἰχνεύειν. μή ποτ᾽ οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ μὴ δυνάμενος λέοντας πνίγειν ἀνδριάντας περιλαμβάνεινοὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν παρὰ τῆς φύσεως), ἀλλ᾽ ἀπολωλεκὼς τὸ εὔγνωμον, τὸ πιστόν; [15] τοῦτον ἔδει συνελθόντας θρηνεῖν, εἰς ὅσα κακὰ ἐλήλυθεν: οὐχὶ μὰ Δία τὸν φύντα τὸν ἀποθανόντα, ἀλλ᾽ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια, οὐ τὰ πατρῷα, τὸ ἀγρίδιον καὶ τὸ οἰκίδιον καὶ τὸ πανδοκεῖον καὶ τὰ δουλάριατούτων γὰρ οὐδὲν ἴδιον τῷ ἀνθρώπῳ ἐστίν, ἀλλὰ πάντα ἀλλότρια, δοῦλα, ὑπεύθυνα ἄλλοτε ἄλλοις διδόμενα ὑπὸ τῶν κυρίων), ἀλλὰ τὰ ἀνθρωπικά, [16] τοὺς χαρακτῆρας, οὓς ἔχων ἐν τῇ διανοίᾳ ἐλήλυθεν, οἵους καὶ ἐπὶ τῶν νομισμάτων ζητοῦντες, ἂν μὲν εὕρωμεν, δοκιμάζομεν, ἂν δὲ μὴ εὕρωμεν, ῥιπτοῦμεν. [17]τίνος ἔχει τὸν χαρακτῆρα τοῦτο τὸ τετράσσαρον;’ ‘Τραιανοῦ;’ ‘φέρε.’ ‘Νέρωνος;’ ‘ῥῖψον ἔξω, ἀδόκιμόν ἐστιν, σαπρόν.’ οὕτως καὶ ἐνθάδε. τίνα ἔχει χαρακτῆρα τὰ δόγματα αὐτοῦ; ‘ἥμερον, κοινωνικόν, ἀνεκτικόν, φιλάλληλον.’ φέρε, παραδέχομαι, ποιῶ πολίτην τοῦτον, παραδέχομαι γείτονα, σύμπλουν. [18] ὅρα μόνον, μὴ Νερωνιανὸν ἔχει χαρακτῆρα. μή τι ὀργίλος ἐστίν, μή τι μηνιτής, μή τι μεμψίμοιρος; ‘ἂν αὐτῷ φανῇ, πατάσσει τὰς κεφαλὰς τῶν ἀπαντώντων.’ [19] τί οὖν ἔλεγες, ὅτι ἄνθρωπός ἐστιν; μὴ γὰρ ἐκ ψιλῆς μορφῆς κρίνεται τῶν ὄντων ἕκαστον; ἐπεὶ οὕτως λέγε καὶ τὸ κήρινον μῆλον εἶναι. [20] καὶ ὀδμὴν ἔχειν αὐτὸ δεῖ καὶ γεῦσιν: οὐκ ἀρκεῖ ἐκτὸς περιγραφή. οὐκοῦν οὐδὲ πρὸς τὸν ἄνθρωπον ῥὶς ἐξαρκεῖ καὶ οἱ ὀφθαλμοί, ἀλλ᾽ ἂν τὰ δόγματα ἔχῃ ἀνθρωπικά. [21] οὗτος οὐκ ἀκούει λόγου, οὐ παρακολουθεῖ ἐλεγχόμενος: ὄνος ἐστίν. τούτου τὸ αἰδῆμον ἀπονενέκρωται: ἄχρηστός ἐστιν, πάντα μᾶλλον ἄνθρωπος. οὗτος ζητεῖ, τίνα ἀπαντήσας λακτίσῃ δάκῃ: ὥστε οὐδὲ πρόβατον ὄνος, ἀλλά τί ποτε ἄγριον θηρίον.

[22] τί οὖν; θέλεις με καταφρονεῖσθαι; — ὑπὸ τίνων; ὑπὸ εἰδότων; καὶ πῶς καταφρονήσουσιν εἰδότες τοῦ πρᾴου, τοῦ αἰδήμονος; ἀλλ᾽ ὑπὸ τῶν ἀγνοούντων; τί σοι μέλει; οὔ τινι γὰρ ἄλλῳ τεχνίτῃ τῶν ἀτέχνων. — ἀλλὰ πολὺ μᾶλλον ἐπιφυήσονταί μοι. [23]τί λέγεις τὸ ἐμοί; δύναταί τις τὴν προαίρεσιν τὴν σὴν βλάψαι κωλῦσαι ταῖς προσπιπτούσαις φαντασίαις χρῆσθαι ὡς πέφυκεν; [24]οὔ. — τί οὖν ἔτι ταράσσῃ καὶ φοβερὸν σαυτὸν θέλεις ἐπιδεικνύειν; οὐχὶ δὲ παρελθὼν εἰς μέσον κηρύσσεις, ὅτι εἰρήνην ἄγεις πρὸς πάντας ἀνθρώπους, τι ἂν ἐκεῖνοι ποιῶσι, καὶ μάλιστ᾽ ἐκείνων καταγελᾷς, ὅσοι σε βλάπτειν δοκοῦσιν; ‘ἀνδράποδα ταῦτα οὐκ οἶδεν οὐδὲ τίς εἰμὶ οὐδὲ ποῦ μου τὸ ἀγαθὸν καὶ τὸ κακόν: οὐ πρόσοδος αὐτοῖς πρὸς τὰ ἐμά.’

[25] οὕτως καὶ ἐχυρὰν πόλιν οἱ οἰκοῦντες καταγελῶσι τῶν πολιορκούντων: ‘νῦν οὗτοι τί πρᾶγμα ἔχουσιν ἐπὶ τῷ μηδενί; ἀσφαλές ἐστιν ἡμῶν τὸ τεῖχος, τροφὰς ἔχομεν ἐπὶ πάμπολυν χρόνον, τὴν ἄλλην ἅπασαν παρασκευήν.’ [26] ταῦτά ἐστι τὰ πόλιν ἐχυρὰν καὶ ἀνάλωτον ποιοῦντα, ἀνθρώπου δὲ ψυχὴν οὐδὲν ἄλλο δόγματα. ποῖον γὰρ τεῖχος οὕτως ἰσχυρὸν ποῖον σῶμα οὕτως ἀδαμάντινον ποία κτῆσις ἀναφαίρετος ποῖον ἀξίωμα οὕτως ἀνεπιβούλευτον; [27] πάντα πανταχοῦ θνητά, εὐάλωτα, οἷς τισιν τὸν ὁπωσοῦν προσέχοντα πᾶσα ἀνάγκη ταράσσεσθαι, κακελπιστεῖν, φοβεῖσθαι, πενθεῖν, ἀτελεῖς ἔχειν τὰς ὀρέξεις, περιπτωτικὰς ἔχειν τὰς ἐκκλίσεις. [28] εἶτα οὐ θέλομεν τὴν μόνην δεδομένην ἡμῖν ἀσφάλειαν ἐχυρὰν ποιεῖν; οὐδ᾽ ἀποστάντες τῶν θνητῶν καὶ δούλων τὰ ἀθάνατα καὶ φύσει ἐλεύθερα ἐκπονεῖν; οὐδὲ μεμνήμεθα, ὅτι οὔτε βλάπτει ἄλλος ἄλλον οὔτε ὠφελεῖ, ἀλλὰ τὸ περὶ ἑκάστου τούτων δόγμα, τοῦτό ἐστι τὸ βλάπτον, τοῦτο τὸ ἀνατρέπον, τοῦτο μάχη, τοῦτο στάσις, τοῦτο πόλεμος; [29] Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποιηκὸς οὐκ ἄλλο τοῦτο, τὸ δόγμα τὸ περὶ τυραννίδος, τὸ δόγμα τὸ περὶ φυγῆς, ὅτι τὸ μὲν ἔσχατον τῶν κακῶν, τὸ δὲ μέγιστον τῶν ἀγαθῶν. [30] φύσις δ᾽ αὕτη παντός, τὸ διώκειν τὸ ἀγαθόν, φεύγειν τὸ κακόν: τὸν ἀφαιρούμενον θατέρου καὶ περιβάλλοντα τῷ ἐναντίῳ, τοῦτον ἡγεῖσθαι πολέμιον, ἐπίβουλον, κἂν ἀδελφὸς , κἂν υἱός, κἂν πατήρ. [31] τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν: λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτ᾽ ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ πολεμίων, ἐπιβούλων, συκοφαντῶν. [32] εἰ δ᾽ οἵα δεῖ προαίρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπατημένους περὶ τῶν μεγίστων; [33]

τούτων Σωκράτης μεμνημένος τὴν οἰκείαν τὴν αὑτοῦ ᾤκει γυναικὸς ἀνεχόμενος τραχυτάτης, υἱοῦ ἀγνώμονος. τραχεῖα γὰρ πρὸς τί ἦν; ἵν᾽ ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει, ἵνα καταπατήσῃ τὸν πλακοῦντα: καὶ τί πρὸς ἐμέ, ἂν ὑπολάβω, ὅτι ταῦτα οὐκ ἔστι πρὸς ἐμέ; [34] τοῦτο δ᾽ ἐμὸν ἔργον ἐστὶ καὶ οὔτε τύραννος κωλύσει με θέλοντα οὔτε δεσπότης οὔτε οἱ πολλοὶ τὸν ἕνα οὔθ᾽ ἰσχυρότερος τὸν ἀσθενέστερον: τοῦτο γὰρ ἀκώλυτον δέδοται ὑπὸ τοῦ θεοῦ ἑκάστῳ. [35] ταῦτα τὰ δόγματα ἐν οἰκίᾳ φιλίαν ποιεῖ, ἐν πόλει ὁμόνοιαν, ἐν ἔθνεσιν εἰρήνην, πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαρροῦντα, ὡς περὶ τῶν ἀλλοτρίων, ὡς περὶ οὐδενὸς ἀξίων. [36] ἀλλ᾽ ἡμεῖς γράψαι μὲν καὶ ἀναγνῶναι ταῦτα καὶ ἀναγιγνωσκόμενα ἐπαινέσαι ἱκανοί, πεισθῆναι δ᾽ οὐδ᾽ ἐγγύς. [37] τοιγαροῦν τὸ περὶ τῶν Λακεδαιμονίων λεγόμενον


οἴκοι λέοντες, ἐν Ἐφέσῳ δ᾽ ἀλώπεκες
καὶ ἐφ᾽ ἡμῶν ἁρμόσει: ἐν σχολῇ λέοντες, ἔξω δ᾽ ἀλώπεκες.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: