[11]
τὸν δὲ κυνηγέτην ἐξιέναι ἔχοντα ἠμελημένην ἐλαφρὰν ἐσθῆτα ἐπὶ τὸ κυνηγέσιον καὶ ὑπόδεσιν, ἐν δὲ τῇ χειρὶ ῥόπαλον, τὸν δὲ ἀρκυωρὸν ἕπεσθαι: πρὸς δὲ τὸ κυνηγέσιον σιγῇ προσιέναι, ἵνα μὴ ὁ λαγῶς, ἐάν που ᾖ πλησίον, ὑποκινῇ ἀκούων τῆς φωνῆς.