[15]
λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη ὑπάγοντα τὰς κύνας ἐκ τῶν ἔργων ἄνωθεν: ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα, ... τοὺς λειμῶνας, τὰς νάπας, τὰ ῥεῖθρα, τοὺς λίθους, τὰ ὑλώδη: καὶ ἐὰν ὑποκινῇ, μὴ ἀναβοᾶν, ἵνα μὴ αἱ κύνες ἔκφρονες γιγνόμεναι χαλεπῶς τὰ ἴχνη γνωρίζωσιν.