[430ε]
ᾖ τοῦτο, τὸ μὴ ὀρθῶς διανέμειν, ἐπὶ δὲ τοῖς ὀνόμασιν οὔ, ἀλλ᾽ ἀναγκαῖον ᾖ ἀεὶ ὀρθῶς.
Σωκράτης
πῶς λέγεις; τί τοῦτο ἐκείνου διαφέρει; ἆρ᾽ οὐκ ἔστι προσελθόντα ἀνδρί τῳ εἰπεῖν ὅτι ‘τουτί ἐστι σὸν γράμμα,’ καὶ δεῖξαι αὐτῷ, ἂν μὲν τύχῃ, ἐκείνου εἰκόνα, ἂν δὲ τύχῃ, γυναικός; τὸ δὲ δεῖξαι λέγω εἰς τὴν τῶν ὀφθαλμῶν αἴσθησιν καταστῆσαι.
Σωκράτης
τί δέ; πάλιν αὐτῷ τούτῳ προσελθόντα εἰπεῖν ὅτι ‘τουτί ἐστιν σὸν ὄνομα’; ἔστι δέ που καὶ τὸ ὄνομα μίμημα ὥσπερ τὸ ζωγράφημα. τοῦτο δὴ λέγω: ἆρ᾽ οὐκ ἂν εἴη αὐτῷ