[427ξ]
τοῦ δ᾽ αὖ νῦ τὸ εἴσω αἰσθόμενος τῆς φωνῆς, τὸ ‘ἔνδον’ καὶ τὰ ‘ἐντὸς’ ὠνόμασεν, ὡς ἀφομοιῶν τοῖς γράμμασι τὰ ἔργα. τὸ δ᾽ αὖ ἄλφα τῷ ‘μεγάλῳ’ ἀπέδωκε, καὶ τῷ ‘μήκει’ τὸ ἦτα, ὅτι μεγάλα τὰ γράμματα. εἰς δὲ τὸ ‘γογγύλον’ τοῦ οὖ δεόμενος σημείου, τοῦτο πλεῖστον αὐτῷ εἰς τὸ ὄνομα ἐνεκέρασεν. καὶ τἆλλα οὕτω φαίνεται προσβιβάζειν καὶ κατὰ γράμματα καὶ κατὰ συλλαβὰς ἑκάστῳ τῶν ὄντων σημεῖόν τε καὶ ὄνομα ποιῶν ὁ νομοθέτης, ἐκ δὲ τούτων τὰ λοιπὰ ἤδη αὐτοῖς τούτοις συντιθέναι ἀπομιμούμενος. αὕτη
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.