[402δ]
τὸ ἠθούμενον πηγῆς ἀπείκασμά ἐστιν: ἐκ δὲ τούτων ἀμφοτέρων τῶν ὀνομάτων ἡ ‘Τηθὺς’ τὸ ὄνομα σύγκειται.
Ἑρμογένης
τοῦτο μέν, ὦ Σώκρατες, κομψόν.
Σωκράτης
τί δ᾽ οὐ μέλλει; ἀλλὰ τί τὸ μετὰ τοῦτο; τὸν μὲν Δία εἴπομεν.
Σωκράτης
τοὺς ἀδελφοὺς δὴ αὐτοῦ λέγωμεν, τόν τε Ποσειδῶ καὶ τὸν Πλούτωνα καὶ τὸ ἕτερον ὄνομα ὃ ὀνομάζουσιν αὐτόν.