θαυμαστὸν δ᾽ εἰ τοὺς μὲν ἐπὶ τῆς ὀλιγαρχίας ὑβρίσαντας ἀξίους θανάτου νομίζετε, τοὺς δ᾽ ἐν δημοκρατίᾳ ταὔτ᾽ ἐκείνοις ἐπιτηδεύοντας ἀζημίους ἀφήσετε. καίτοι δικαίως ἂν μείζονος οὗτοι τιμωρίας τυγχάνοιεν: φανερώτερον γὰρ ἐπιδείκνυνται τὴν αὑτῶν πονηρίαν. ὅστις γὰρ νῦν τολμᾷ παρανομεῖν, ὅτ᾽ οὐκ ἔξεστι, τί ποτ᾽ ἂν ἐποίησεν, ὅθ᾽ οἱ κρατοῦντες τῆς πόλεως καὶ χάριν εἶχον τοῖς τὰ τοιαῦτ᾽ ἐξαμαρτάνουσιν;