Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
καὶ μὴ περιμείνηθ᾽ ἕως ἂν ἀθροισθέντες καὶ καιρὸν λαβόντες εἰς ὅλην τὴν πόλιν ἐξαμάρτωσιν, ἀλλ᾽ ἐφ᾽ ἧς ἂν ὑμῖν προφάσεως παραδοθῶσιν, ἐπὶ ταύτης αὐτοὺς τιμωρεῖσθε, νομίζοντες εὕρημ᾽ ἔχειν, ὅταν τινὰ λάβητ᾽ ἐν μικροῖς πράγμασιν ἐπιδεδειγμένον ἅπασαν τὴν αὑτοῦ πονηρίαν.