καὶ μηδεὶς ὑμῶν εἰς τοῦτ᾽ ἀποβλέψας, ὅτι πένης εἰμὶ καὶ τοῦ πλήθους εἷς, ἀξιούτω τοῦ τιμήματος ἀφαιρεῖν. οὐ γὰρ δίκαιον ἐλάττους ποιεῖσθαι τὰς τιμωρίας ὑπὲρ τῶν ἀδόξων ἢ τῶν διωνομασμένων, οὐδὲ χείρους ἡγεῖσθαι τοὺς πενομένους ἢ τοὺς πολλὰ κεκτημένους. ὑμᾶς γὰρ ἂν αὐτοὺς ἀτιμάζοιτ᾽ εἰ τοιαῦτα γιγνώσκοιτε περὶ τῶν πολλῶν. ἔτι δὲ καὶ πάντων ἂν εἴη δεινότατον,