πολλῶν δ᾽ ἐνόντων εἰπεῖν ἐξ ὧν ἄν τις ὑμᾶς ἐπαγάγοι μᾶλλον φροντίσαι τῆς ἡμετέρας σωτηρίας οὐ δύναμαι πάντα περιλαβεῖν, ἀλλ᾽ αὐτοὺς χρὴ καὶ τὰ παραλελειμμένα συνιδόντας καὶ μνησθέντας μάλιστα μὲν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, ἔπειτα δὲ καὶ τῆς ἡμετέρας εὐνοίας καὶ τῆς τούτων ἔχθρας, ψηφίσασθαί τι περὶ ἡμῶν δίκαιον.1