Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
οἶμαι γὰρ ἅπασι φανερὸν εἶναι διότι προσήκει τοὺς εὖ φρονοῦντας ἐν μὲν τῷ πολέμῳ σκοπεῖν ὅπως ἐκ παντὸς τρόπου πλέον ἕξουσι τῶν ἐχθρῶν, ἐπειδὰν δ᾽ εἰρήνη γένηται, μηδὲν περὶ πλείονος ποιεῖσθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν.