Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
σωθέντες γὰρ πάλιν διὰ τῆς ὑμετέρας δυνάμεως καὶ κατελθόντες εἰς τὴν αὑτῶν οὐδένα χρόνον ἐνέμειναν, ἀλλ᾽ εὐθὺς εἰς Λακεδαίμονα πρέσβεις ἀπέστελλον, ἕτοιμοι δουλεύειν ὄντες καὶ μηδὲν κινεῖν τῶν πρότερον πρὸς αὐτοὺς ὡμολογημένων. καὶ τί δεῖ μακρολογεῖν; εἰ γὰρ μὴ προσέταττον ἐκεῖνοι τούς τε φεύγοντας καταδέχεσθαι καὶ τοὺς αὐτόχειρας ἐξείργειν, οὐδὲν ἂν ἐκώλυεν αὐτοὺς μετὰ τῶν ἠδικηκότων ἐφ᾽ ὑμᾶς τοὺς εὐεργέτας στρατεύεσθαι.