Ἡρακλῆς
φεῦ.
εἴθ᾽ ηὕρομέν σ᾽, Ἄδμητε, μὴ λυπούμενον.
Ἄδμητος
ὡς δὴ τί δράσων τόνδ᾽ ὑπορράπτεις λόγον;
Ἡρακλῆς
ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Ἄδμητος
οὐκ ἔστιν, ὦναξ: μὴ τοσόνδ᾽ ἔλθοι κακόν.
Ἡρακλῆς
540λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
Ἄδμητος
τεθνᾶσιν οἱ θανόντες: ἀλλ᾽ ἴθ᾽ ἐς δόμους.
Ἡρακλῆς
αἰσχρὸν <δὲ> παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Ἄδμητος
χωρὶς ξενῶνές εἰσιν οἷ σ᾽ ἐσάξομεν.
Ἡρακλῆς
μέθες με καί σοι μυρίαν ἕξω χάριν.
Ἄδμητος
545οὐκ ἔστιν ἄλλου σ᾽ ἀνδρὸς ἑστίαν μολεῖν.
ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
ξενῶνας οἴξας τοῖς τ᾽ ἐφεστῶσιν φράσον
σίτων παρεῖναι πλῆθος, εὖ δὲ κλῄσατε
θύρας μεταύλους: οὐ πρέπει θοινωμένους
550κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.
Χορός
τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης,
Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;
Ἄδμητος
ἀλλ᾽ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
ξένον μολόντα, μᾶλλον ἄν μ᾽ ἐπῄνεσας;
555οὐ δῆτ᾽, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
μείων ἐγίγνετ᾽, ἀξενώτερος δ᾽ ἐγώ.
καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ᾽ ἂν ἦν κακόν,
δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
αὐτὸς δ᾽ ἀρίστου τοῦδε τυγχάνω ξένου,
560ὅταν ποτ᾽ Ἄργους διψίαν ἔλθω χθόνα.
Χορός
πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
φίλου μολόντος ἀνδρὸς ὡς αὐτὸς λέγεις;
Ἄδμητος
οὐκ ἄν ποτ᾽ ἠθέλησεν εἰσελθεῖν δόμους,
εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισεν.
565καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ᾽ οὐ φρονεῖν δοκῶ
οὐδ᾽ αἰνέσει με: τἀμὰ δ᾽ οὐκ ἐπίσταται
μέλαθρ᾽ ἀπωθεῖν οὐδ᾽ ἀτιμάζειν ξένους.