Ἀπόλλων
Ὦ δώματ᾽ Ἀδμήτει᾽, ἐν οἷς ἔτλην ἐγὼ
θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα:
5οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς
κτείνω Κύκλωπας: καί με θητεύειν πατὴρ
θνητῷ παρ᾽ ἀνδρὶ τῶνδ᾽ ἄποιν᾽ ἠνάγκασεν.
ἐλθὼν δὲ γαῖαν τήνδ᾽ ἐβουφόρβουν ξένῳ,
καὶ τόνδ᾽ ἔσῳζον οἶκον ἐς τόδ᾽ ἡμέρας.
10ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον
παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,
Μοίρας δολώσας: ᾔνεσαν δέ μοι θεαὶ
Ἄδμητον Ἅιδην τὸν παραυτίκ᾽ ἐκφυγεῖν,
ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
15πάντας δ᾽ ἐλέγξας καὶ διεξελθὼν φίλους,
[πατέρα γεραιάν θ᾽ ἥ σφ᾽ ἔτικτε μητέρα,]
οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεν
θανὼν πρὸ κείνου μηκέτ᾽ εἰσορᾶν φάος:
ἣ νῦν κατ᾽ οἴκους ἐν χεροῖν βαστάζεται
20ψυχορραγοῦσα: τῇδε γάρ σφ᾽ ἐν ἡμέρᾳ
θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
ἐγὼ δέ, μὴ μίασμά μ᾽ ἐν δόμοις κίχῃ,
λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
25ἱερέα θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους
μέλλει κατάξειν: συμμέτρως δ᾽ ἀφίκετο,
φρουρῶν τόδ᾽ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.