Χορός
ἀλλ᾽ ἥδ᾽ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
δακρυρροοῦσα: τίνα τύχην ἀκούσομαι;
πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
συγγνωστόν: εἰ δ᾽ ἔτ᾽ ἐστὶν ἔμψυχος γυνὴ
140εἴτ᾽ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ᾽ ἄν.
Θεράπαινα
καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
Χορός
καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;
Θεράπαινα
ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
Χορός
ἐλπὶς μὲν οὐκέτ᾽ ἐστὶ σῴζεσθαι βίον;
Θεράπαινα
πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
Χορός
οὔκουν ἐπ᾽ αὐτῇ πράσσεται τὰ πρόσφορα;
Θεράπαινα
κόσμος γ᾽ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.
Χορός
ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
Θεράπαινα
145οὔπω τόδ᾽ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.
Χορός
150ἴστω νυν εὐκλεής γε κατθανουμένη
γυνή τ᾽ ἀρίστη τῶν ὑφ᾽ ἡλίῳ μακρῷ.
Θεράπαινα
πῶς δ᾽ οὐκ ἀρίστη; τίς δ᾽ ἐναντιώσεται;
τί χρὴ λεγέσθαι τὴν ὑπερβεβλημένην
γυναῖκα; πῶς δ᾽ ἂν μᾶλλον ἐνδείξαιτό τις
155πόσιν προτιμῶσ᾽ ἢ θέλουσ᾽ ὑπερθανεῖν;
καὶ ταῦτα μὲν δὴ πᾶσ᾽ ἐπίσταται πόλις:
ἃ δ᾽ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
ἐπεὶ γὰρ ᾔσθεθ᾽ ἡμέραν τὴν κυρίαν
ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
160ἐλούσατ᾽, ἐκ δ᾽ ἑλοῦσα κεδρίνων δόμων
ἐσθῆτα κόσμον τ᾽ εὐπρεπῶς ἠσκήσατο,
καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο:
Δέσποιν᾽, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
πανύστατόν σε προσπίτνουσ᾽ αἰτήσομαι,
165τέκν᾽ ὀρφανεῦσαι τἀμά: καὶ τῷ μὲν φίλην
σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν:
μηδ᾽ ὥσπερ αὐτῶν ἡ τεκοῦσ᾽ ἀπόλλυμαι
θανεῖν ἀώρους παῖδας, ἀλλ᾽ εὐδαίμονας
ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
170
πάντας δὲ βωμούς, οἳ κατ᾽ Ἀδμήτου δόμους,
προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
175κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος
ἐνταῦθα δὴ 'δάκρυσε καὶ λέγει τάδε:
Ὦ λέκτρον, ἔνθα παρθένει᾽ ἔλυσ᾽ ἐγὼ
κορεύματ᾽ ἐκ τοῦδ᾽ ἀνδρός, οὗ θνῄσκω πάρος,
χαῖρ᾽: οὐ γὰρ ἐχθαίρω σ᾽: ἀπώλεσας δέ με
180μόνον: προδοῦναι γάρ σ᾽ ὀκνοῦσα καὶ πόσιν
θνῄσκω. σὲ δ᾽ ἄλλη τις γυνὴ κεκτήσεται,
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ᾽ ἴσως.
κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
185ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
καὶ πολλὰ θαλάμων ἐξιοῦσ᾽ ἐπεστράφη
κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
190ἔκλαιον: ἡ δὲ λαμβάνουσ᾽ ἐς ἀγκάλας
ἠσπάζετ᾽ ἄλλοτ᾽ ἄλλον ὡς θανουμένη.
πάντες δ᾽ ἔκλαιον οἰκέται κατὰ στέγας
δέσποιναν οἰκτίροντες, ἡ δὲ δεξιὰν
προύτειν᾽ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
195ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
τοιαῦτ᾽ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
καὶ κατθανών τἂν ᾤχετ᾽, ἐκφυγὼν δ᾽ ἔχει
τοσοῦτον ἄλγος, οὔποθ᾽ οὗ λελήσεται.
Χορός
ἦ που στενάζει τοισίδ᾽ Ἄδμητος κακοῖς,
200ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
Θεράπαινα
κλαίει γ᾽ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
ζητῶν: φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
παρειμένη δέ, χειρὸς ἄθλιον βάρος,
<κεῖται, τὸ σῶμα δ᾽ οὐκέτ᾽ ὀρθῶσαι σθένει.>1
205ὅμως δέ, καίπερ σμικρὸν ἐμπνέουσ᾽ ἔτι,
βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
ὡς οὔποτ᾽ αὖθις, ἀλλὰ νῦν πανύστατον
[ἀκτῖνα κύκλον θ᾽ ἡλίου προσόψεται].
ἀλλ᾽ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν:
210οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
ὥστ᾽ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι:
σὺ δ᾽ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.