προϊόντος δὲ αὐτοῦ μετὰ τῆς δυνάμεως ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πῶρος ὁ βασιλεύς, ἀνεψιὸς ὢν τοῦ καταπεπολεμημένου Πώρου, τὴν βασιλείαν ἀπολιπὼν πέφευγεν εἰς τὸ τῶν Γανδαριδῶν ἔθνος. [2] ὁ δὲ Ἀλέξανδρος παροξυνθεὶς Ἡφαιστίωνα μὲν ἐξέπεμψεν εἰς τὴν τούτου χώραν μετὰ δυνάμεως καὶ προσέταξε τὴν βασιλείαν παραδοῦναι τῷ μεθ᾽ αὑτοῦ Πώρῳ: αὐτὸς δ᾽ εἰς τὸ τῶν Ἀδρεστῶν καλουμένων ἔθνος στρατεύσας καὶ τῶν πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειθοῖ προσαγαγόμενος εἰς τὴν τῶν Καθαίων χώραν παρεγένετο. [3] παρὰ δὲ τούτοις νόμιμον ἦν τὰς γυναῖκας τοῖς ἀνδράσι συγκατακαίεσθαι: τοῦτο δ᾽ ἐκυρώθη τὸ δόγμα παρὰ τοῖς βαρβάροις διὰ μίαν γυναῖκα φαρμάκοις ἀνελοῦσαν τὸν ἄνδρα. [4] ὁ δ᾽ οὖν βασιλεὺς τὴν μεγίστην καὶ ὀχυρωτάτην πόλιν μετὰ πολλῶν κινδύνων ἐκπολιορκήσας ἐνέπρησεν. ἄλλην δ᾽ ἀξιόλογον πολιορκοῦντος αὐτοῦ καὶ μεθ᾽ ἱκετηριῶν δεηθέντων τῶν Ἰνδῶν ἀπέλυσε τῶν κινδύνων αὐτούς.
μετὰ δὲ ταῦτ᾽ ἐστράτευσεν ἐπὶ τὰς ὑπὸ Σωπείθην τεταγμένας πόλεις, εὐνομουμένας καθ᾽ ὑπερβολήν. τά τε γὰρ ἄλλα πρὸς δόξαν πολιτεύονται καὶ τὸ κάλλος παρ᾽ αὐτοῖς τιμιώτατον νενόμισται. [5] διόπερ ἐκ νηπίου παρ᾽ αὐτοῖς τὰ βρέφη διακρίνεται καὶ τὰ μὲν ἄρτια καὶ τὴν φύσιν ἔχοντα πρὸς εὐπρέπειαν καὶ ἰσχὺν εὔθετον τρέφεται, τὰ δὲ καταδεῆ τοῖς σώμασιν ἀνάξια τροφῆς ἡγούμενοι διαφθείρουσιν. [6] ἀκολούθως δὲ τούτοις καὶ τοὺς γάμους ποιοῦνται προικὸς μὲν καὶ τῆς ἄλλης πολυτελείας ἀφροντιστοῦντες, κάλλους δὲ καὶ τῆς τοῦ σώματος ὑπεροχῆς μόνον φροντίζοντες. [7] διόπερ οἱ πλεῖστοι τῶν ἐν ταύταις ταῖς πόλεσι κατοικούντων διαφέρουσι τῶν ἄλλων ἀξιώμασιν. παρὰ δὲ πάντας ὁ βασιλεὺς Σωπείθης περίβλεπτος ὢν ἐπὶ τῷ κάλλει καὶ τῷ μήκει τοὺς τέτταρας πήχεις ὑπεράγων προῆλθε μὲν ἐκ τῆς πόλεως τῆς ἐχούσης τὰ βασίλεια, παραδοὺς δ᾽ αὑτὸν καὶ τὴν βασιλείαν Ἀλεξάνδρῳ πάλιν ταύτην ἀπέλαβε διὰ τὴν τοῦ κρατοῦντος ἐπιείκειαν. [8] ὁ δὲ Σωπείθης μετὰ πολλῆς προθυμίας τὴν μὲν δύναμιν ἅπασαν ἐπί τινας ἡμέρας λαμπρῶς εἱστίασε,