ἐπεὶ δ᾽ οὖν κατέπλευσεν ὁ στόλος, ἐπέστρεψε τὸ πλῆθος ἐπὶ τὴν Ἀλκιβιάδου ναῦν, ἐξ ἧς ἐκβάντα τὸν ἄνδρα πάντες ἐδεξιοῦντο, τοῖς εὐημερήμασιν ἅμα καὶ τῇ καθόδῳ συγχαίροντες. ὁ δ᾽ ἀσπασάμενος τὰ πλήθη φιλανθρώπως ἐκκλησίαν συνήγαγε, καὶ πολλὰ τῶν καθ᾽ ἑαυτὸν ἀπολογησάμενος εἰς τοσαύτην εὔνοιαν τοὺς ὄχλους ἤγαγεν, ὥστε ὁμολογεῖν πάντας τὴν πόλιν αἰτίαν γεγονέναι τῶν κατ᾽ ἐκείνου ψηφισμάτων. [2] διόπερ αὐτῷ τήν τε οὐσίαν ἀπέδωκαν ἣν ἐδήμευσαν, ἔπειτα δὲ τὰς στήλας κατεπόντισαν, ἐν αἷς ἦν ἡ καταδίκη καὶ τἄλλα τὰ κατ᾽ ἐκείνου κυρωθέντα: ἐψηφίσαντο δὲ καὶ τοὺς Εὐμολπίδας ἆραι τὴν ἀράν, ἣν ἐποιήσαντο κατ᾽ αὐτοῦ καθ᾽ ὃν καιρὸν ἔδοξεν ἀσεβεῖν περὶ τὰ μυστήρια. [3] τὸ δὲ τελευταῖον αὐτὸν στρατηγὸν καταστήσαντες αὐτοκράτορα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἁπάσας τὰς δυνάμεις ἐνεχείρισαν αὐτῷ. εἵλαντο δὲ καὶ στρατηγοὺς ἑτέρους οὓς ἐκεῖνος ἤθελεν, Ἀδείμαντον καὶ Θρασύβουλον. [4]
ὁ δ᾽ Ἀλκιβιάδης ἑκατὸν ναῦς πληρώσας ἐξέπλευσεν εἰς Ἄνδρον, καὶ καταλαβόμενος Γαύριον φρούριον ἐτείχισεν. ἐξελθόντων δὲ τῶν Ἀνδρίων πανδημεὶ μετὰ τῶν παραφυλαττόντων τὴν πόλιν Πελοποννησίων ἐγενήθη μάχη, καθ᾽ ἣν ἐνίκησαν Ἀθηναῖοι: τῶν δ᾽ ἐκ τῆς πόλεως πολλοὶ μὲν ἀνῃρέθησαν, τῶν δὲ διασωθέντων οἱ μὲν κατὰ τὴν χώραν διεσκεδάσθησαν, οἱ δ᾽ ἐντὸς τῶν τειχῶν συνέφυγον. [5] αὐτὸς δ᾽ Ἀλκιβιάδης προσβολὰς ποιησάμενος τῇ πόλει, ἐν μὲν τῷ πεφρουρημένῳ τείχει τὴν ἱκανὴν φυλακὴν κατέλιπε καὶ Θρασύβουλον ἡγεμόνα κατέστησεν, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας τήν τε Κῶν καὶ Ῥόδον ἐδῄωσε, καὶ συχνὰς ὠφελείας ἤθροισε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς.