φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δ᾽ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγ᾽, ὅ τι ποτ᾽ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. ἵνα δ᾽ εἰδῆθ᾽ ὑφ᾽ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθ᾽ ὁ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. οὐ γὰρ ἔγωγ᾽ ἐπεδήμουν, οὐδ᾽ αὐτὸς ἐγκαλεῖ.