Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἀκούσας δ᾽ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. ἐπειδὴ δ᾽ ἔδει τὰ χρήμαθ᾽ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμ᾽ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότ᾽ ἐκεῖν᾽ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθ᾽ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατ᾽ αὐτό γε τοῦτο: ἑώρων γὰρ ἡμᾶς οἷ᾽ ἐσυκοφαντούμεθ᾽ ὑπὸ τούτου. ὡς οὖν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας.“Μαρτυρίαι”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.