Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἔπειτα τὸ δεινότατον: εἰ καὶ δεδωκότες ἦθ᾽ ὡς μάλιστα τὴν προῖκα, ἣν οὐ δεδώκατε, τίς ὁ τούτων αἴτιος; οὐχ ὑμεῖς, ἐπεὶ ἐπὶ τἄμ᾽ ἔδοτε; οὐχ ὅλοις ἔτεσιν πρότερον δέκα τἀμὰ λαβὼν εἶχεν ἐκεῖνος ὧν ὦφλεν τὴν δίκην, ἢ κηδεστήν σοι γενέσθαι; ἢ σὲ μὲν δεῖ κομίσασθαι πάντα, τὸν δὲ καὶ καταδικασάμενον καὶ δι᾽ ὀρφανίαν ἠδικημένον καὶ προικὸς ἀληθινῆς ἀπεστερημένον, ὃν μόνον ἀνθρώπων οὐδὲ τῆς ἐπωβελίας ἄξιον ἦν κινδυνεύειν, ἠναγκάσθαι τοιαῦτα παθεῖν, κεκομισμένον μηδ᾽ ὁτιοῦν, καὶ ταῦτ᾽ ἐθέλοντα ποιεῖν ἐφ᾽ ὑμῖν αὐτοῖς, εἴ τι τῶν δεόντων ἐβούλεσθε πράττειν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.