Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
εἶτα νῦν παρακρούσασθαι ζητεῖ καὶ φενακίζει, λέγων ὡς πρότερον τοὺς ὅρους ἔστησεν ἢ 'κεῖνον τὴν δίκην ὀφλεῖν. οὐ πρότερόν γ᾽ ἢ παρὰ σοί, νῦν εἰ ἀληθῆ λέγεις. δῆλον γὰρ ὅτι καταγνοὺς ἀδικίαν αὐτοῦ ταῦτ᾽ ἐποίεις. εἶτα καὶ γελοῖον τοῦτο λέγειν, ὥσπερ οὐκ εἰδότων ὑμῶν ὅτι πάντες οἱ τὰ τοιαῦτ᾽ ἀδικοῦντες σκοποῦσι τί λέξουσιν, καὶ οὐδεὶς πώποτ᾽ ὦφλεν σιωπῶν οὐδ᾽ ἀδικεῖν ὁμολογῶν: ἀλλ᾽ ἐπειδὰν οἶμαι μηδὲν ἀληθὲς λέγων ἐξελεγχθῇ, τότε γιγνώσκεται ὁποῖός ἐστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.