οὔκουν ἐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ ‘κυρίας εἶναι τὰς δωρειάς, ὅσας ὁ δῆμος ἔδωκε,’ τὸ ‘μηδέν᾽ εἶναι ἀτελῆ’ τούτων οἷς ὁ δῆμος ἔδωκεν; σαφῶς γ᾽ οὑτωσί. ἀλλ᾽ οὐκ ἐν ᾧ νῦν ὅδ᾽ ἀντεισφέρει νόμῳ, ἀλλ᾽ ἅ τ᾽ ἐδώκατε, κύρια, καὶ πρόφασις δικαία κατὰ τῶν ἢ παρακρουσαμένων ἢ μετὰ ταῦτ᾽ ἀδικούντων ἢ ὅλως ἀναξίων, δι᾽ ἣν ὃν ἂν ὑμῖν δοκῇ κωλύσετ᾽ ἔχειν τὴν δωρειάν. λέγε τὸν νόμον.“Νόμος”