εἰ τοίνυν τις ἐάσας ταῦτ᾽ αὐτὸ καθ᾽ αὕτ᾽ ἐξετάσειεν, πότερόν ποτε λυσιτελέστερόν ἐστι κυρίους μὲν ὑμᾶς εἶναι τῆς δωρειᾶς, ἐξαπατηθέντας δέ τι καὶ φαύλῳ τινὶ δοῦναι, ἢ διὰ τοῦ παντελῶς ἀκύρους γενέσθαι μηδ᾽ ἂν ἄξιόν τιν᾽ εἰδῆτ᾽ ἐξεῖναι τιμῆσαι, εὕροιτ᾽ ἂν μᾶλλον ἐκεῖνο λυσιτελοῦν. διὰ τί; ὅτι ἐκ μὲν τοῦ πλείονας ἢ προσήκει τιμᾶν πολλοὺς εὖ ποιεῖν προκαλεῖσθ᾽ ὑμᾶς, ἐκ δὲ τοῦ μηδενὶ μηδέν, μηδ᾽ ἂν ἄξιος ᾖ, διδόναι, πάντας ἀπείρξετε τοῦ φιλοτιμεῖσθαι.