ἔτι δ᾽, ὦ ἄνδρες δικασταί, διὰ τὸ γεγράφθαι ἐν τῷ νόμῳ διαρρήδην αὐτοῦ ‘μηδένα μήτε τῶν πολιτῶν μήτε τῶν ἰσοτελῶν μήτε τῶν ξένων εἶναι ἀτελῆ,’ μὴ διῃρῆσθαι δ᾽ ὅτου ἀτελῆ, χορηγίας ἤ τινος ἄλλου τέλους, ἀλλ᾽ ἁπλῶς ‘ἀτελῆ μηδένα πλὴν τῶν ἀφ᾽ Ἁρμοδίου καὶ Ἀριστογείτονος,’ καὶ ἐν μὲν τῷ ‘μηδένα’ πάντας περιλαμβάνειν τοὺς ἄλλους, ἐν δὲ τῷ ‘τῶν ξένων’ μὴ διορίζειν τῶν οἰκούντων Ἀθήνησιν, ἀφαιρεῖται καὶ Λεύκωνα τὸν ἄρχοντα Βοσπόρου καὶ τοὺς παῖδας αὐτοῦ τὴν δωρειὰν ἣν ὑμεῖς ἔδοτ᾽ αὐτοῖς.