next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μνησίλοχος

Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;
ἀπολεῖ μ᾽ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.
οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ᾽ ἐκβαλεῖν,
παρὰ σοῦ πυφέσθαι ποῖ μ᾽ ἄγεις ωὖριπίδη;

Εὐριπίδης

5ἀλλ᾽ οὐκ ἀκούειν δεῖ σε πάνθ᾽ ὅσ᾽ αὐτίκα
ὄψει παρεστώς.

Μνησίλοχος
πῶς λέγεις; αὖθις φράσον.
οὐ δεῖ μ᾽ ἀκούειν;

Εὐριπίδης
οὐχ γ᾽ ἂν μέλλῃς ὁρᾶν.

Μνησίλοχος

οὐδ᾽ ἆρ᾽ ὁρᾶν δεῖ μ᾽;

Εὐριπίδης
οὐχ γ᾽ ἂν ἀκούειν δέῃ.

Μνησίλοχος

πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.
10οὐ φῂς σὺ χρῆναί μ᾽ οὔτ᾽ ἀκούειν οὔθ᾽ ὁρᾶν;

Εὐριπίδης

χωρὶς γὰρ αὐτοῖν ἑκατέρου 'στὶν φύσις.

Μνησίλοχος

τοῦ μήτ᾽ ἀκούειν μήθ᾽ ὁρᾶν;

Εὐριπίδης
εὖ ἴσθ᾽ ὅτι.

Μνησίλοχος

πῶς χωρίς;

Εὐριπίδης
οὕτω ταῦτα διεκρίθη τότε.
αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
15καὶ ζᾦ᾽ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
μὲν βλέπειν χρὴ πρῶτ᾽ ἐμηχανήσατο
ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.

Μνησίλοχος

διὰ τὴν χοάνην οὖν μήτ᾽ ἀκούω μήθ᾽ ὁρῶ;
20νὴ τὸν Δί᾽ ἥδομαί γε τουτὶ προσμαθών.
οἷόν γέ που 'στιν αἱ σοφαὶ ξυνουσίαι.

Εὐριπίδης

πόλλ᾽ ἂν μάθοις τοιαῦτα παρ᾽ ἐμοῦ.

Μνησίλοχος
πῶς ἂν οὖν
πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ᾽ ὅπως
ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;

Εὐριπίδης

25βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.

Μνησίλοχος
ἰδού.

Εὐριπίδης

ὁρᾷς τὸ θύριον τοῦτο;

Μνησίλοχος
νὴ τὸν Ἡρακλέα
οἶμαί γε.

Εὐριπίδης
σίγα νυν.

Μνησίλοχος
σιωπῶ τὸ θύριον;

Εὐριπίδης

ἄκου᾽.

Μνησίλοχος
ἀκούω καὶ σιωπῶ τὸ θύριον;

Εὐριπίδης

ἐνταῦθ᾽ Ἀγάθων κλεινὸς οἰκῶν τυγχάνει
30 τραγῳδοποιός.

Μνησίλοχος
ποῖος οὗτος Ἁγάθων;

Εὐριπίδης

ἔστιν τις Ἀγάθων

Μνησίλοχος
μῶν μέλας καρτερός;

Εὐριπίδης

οὔκ, ἀλλ᾽ ἕτερός τις: οὐχ ἑόρακας πώποτε;

Μνησίλοχος

μῶν δασυπώγων;

Εὐριπίδης
οὐχ ἑόρακας πώποτε;

Μνησίλοχος

μὰ τὸν Δί᾽ οὔτοι γ᾽ ὥστε καί μέ γ᾽ εἰδέναι.

Εὐριπίδης

35καὶ μὴν βεβίνηκας σύ γ᾽, ἀλλ᾽ οὐκ οἶσθ᾽ ἴσως.
ἀλλ᾽ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας:
προθυσόμενος ἔοικε τῆς ποιήσεως.


Θεράπων

εὔφημος πᾶς ἔστω λαός,
40στόμα συγκλῄσας: ἐπιδημεῖ γὰρ
θίασος Μουσῶν ἔνδον μελάθρων
τῶν δεσποσύνων μελοποιῶν.
ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
κῦμα δὲ πόντου μὴ κελαδείτω
45γλαυκόν:

Μνησίλοχος
βομβάξ.

Εὐριπίδης
σίγα.

Μνησίλοχος
τι λέγει;

Θεράπων

πτηνῶν τε γένη κατακοιμάσθω,
θηρῶν τ᾽ ἀγρίων πόδες ὑλοδρόμων
μὴ λυέσθων.

Μνησίλοχος
βομβαλοβομβάξ.

Θεράπων

μέλλει γὰρ καλλιεπὴς Ἀγάθων
50πρόμος ἡμέτερος

Μνησίλοχος
μῶν βινεῖσθαι;

Θεράπων

τίς φωνήσας;

Μνησίλοχος
νήνεμος αἰθήρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: