Χορός
ἀλλ᾽ ἴθι χαίρων: ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
730τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα
περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.
ἀλλὰ φυλάττετε ταῦτ᾽ ἀνδρείως: ἡμεῖς δ᾽ αὖ τοῖσι θεαταῖς
ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.