Οἰκέτης
ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.
1040ἐγὼ δ᾽ ἐπὶ σπλάγχν᾽ εἶμι καὶ θυλήματα.
Τρυγαῖος
ἐμοὶ μελήσει ταῦτά γ᾽: ἀλλ᾽ ἥκειν ἐχρῆν.
Οἰκέτης
ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;
Τρυγαῖος
ὄπτα καλῶς νυν αὐτά: καὶ γὰρ οὑτοσὶ
προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
1045τίς ἄρα ποτ᾽ ἐστίν;
Οἰκέτης
ὡς ἀλαζὼν φαίνεται:
μάντις τίς ἐστιν.
Τρυγαῖος
οὐ μὰ Δί᾽ ἀλλ᾽ Ἱεροκλέης
οὗτός γέ πού 'σθ᾽ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
Τρυγαῖος
δῆλός ἐσθ᾽ οὗτός γ᾽ ὅτι
ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
Οἰκέτης
1050οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
Τρυγαῖος
μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
Ἱεροκλῆς
τίς ἡ θυσία ποθ᾽ αὑτηὶ καὶ τῷ θεῶν;
Τρυγαῖος
ὀπτα σὺ σιγῇ κἄπαγ᾽ ἀπὸ τῆς ὀσφύος.
Ἱεροκλῆς
ὅτῳ δὲ θύετ᾽ οὐ φράσεθ᾽;
Τρυγαῖος
ἡ κέρκος ποιεῖ
1055καλῶς;
Οἰκέτης
καλῶς δῆτ᾽ ὦ πότνι᾽ Εἰρήνη φίλη.
Ἱεροκλῆς
ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
Τρυγαῖος
ὀπτᾶν ἄμεινον πρῶτον.
Ἱεροκλῆς
ἀλλὰ ταυταγὶ
ἤδη 'στὶν ὀπτά.
Τρυγαῖος
πολλὰ πράττεις, ὅστις εἶ.
κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε.
Ἱεροκλῆς
1060ἡ γλῶττα χωρὶς τέμνεται.
Τρυγαῖος
μεμνήμεθα.
ἀλλ᾽ οἶσθ᾽ ὃ δρᾶσον;
Τρυγαῖος
μὴ διαλέγου
νῷν μηδέν: Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.