Χορός
σέ τοι θύρασι χρὴ ... μένοντα τοίνυν
σχίζας δευρὶ τιθέναι ταχέως
1025τά τε πρόσφορα πάντ᾽ ἐπὶ τούτοις.
Τρυγαῖος
οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
Χορός
πῶς δ᾽ οὐχί; τί γάρ σε πέφευγ᾽
ὅσα χρὴ σοφὸν ἄνδρα; τί δ᾽ οὐ
σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν
1030τόν γε σοφῇ δόκιμον
φρενὶ πορίμῳ τε τόλμῃ;
Τρυγαῖος
ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,
καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
Χορός
τίς οὖν ἂν οὐκ ἐπαινέσειεν
ἄνδρα τοιοῦτον, ὅστις
1035πόλλ᾽ ἀνατλὰς ἔσωσε
τὴν ἱερὰν πόλιν;
ὥστ᾽ οὐχὶ μὴ παύσῃ ποτ᾽ ὢν
ζηλωτὸς ἅπασιν.