Κῆρυξ
εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορός
διωλόμεσθ᾽: ἄσεπτ᾽, ἄναξ, πάσχομεν—
Κῆρυξ
905πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα
ὄψεσθε: θαρσεῖτ᾽, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν.
Χορός
ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
Κῆρυχ
ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης,
910ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺ τῶν ἐμῶν λόγων.
Βασιλεύς
οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος
ἀνδρῶν Πελασγῶν τήνδ᾽ ἀτιμάζεις χθόνα;
ἀλλ᾽ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
κάρβανος ὢν δ᾽ Ἕλλησιν ἐγχλίεις ἄγαν:
915καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
Κῆρυξ
τί δ᾽ ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ;
Βασιλεύς
ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κῆρυξ
πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω.
Βασιλεύς
ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
Κῆρυξ
920Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
Βασιλεύς
θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.
Κῆρυξ
τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλεύς
οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;
Κῆρυξ
ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ 'ξαιρήσεται.
Βασιλεύς
925κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλ᾽ ἐς μακράν.
Κῆρυξ
ἤκουσα τοὔπος δ᾽ οὐδαμῶς φιλόξενον.
Βασιλεύς
οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κῆρυξ
λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλεύς
ἀβουκόλητον τοῦτ᾽ ἐμῷ, φρονήματι.