Χορός
Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.
Βασιλεύς
325δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χορός
ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.
πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν:
330ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν
κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
Βασιλεύς
τί φὴς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν,
λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
Χορός
335ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
Βασιλεύς
πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χορός
τίς δ᾽ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
Βασιλεύς
σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
Χορός
καὶ δυστυχούντων γ᾽ εὐμαρὴς ἀπαλλαγή.
Βασιλεύς
340πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορός
αἰτοῦσι μὴ 'κδοὺς παισὶν Αἰγύπτου πάλιν.
Βασιλεύς
βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι νέον.
Χορός
ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
βασιλεύς
εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
Χορός
345αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.
Βασιλεύς
πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους.
Χορός
βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.