Δαναός
760ἀλλ᾽ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν
εἶναι: βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
Χορός
ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων
ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.
Δαναός
οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
765οὐδ᾽ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια
ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν ἀγκυρουχίαις
θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα
ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ
770ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν:
*
πράξας ἀρωγήν: ἄγγελον δ᾽ οὐ μέμψεται
775πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί.