previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. μετὰ δὲ τοῦτο Κλαύδιος ὑπατεύσας αὖθις τὸ τρίτον πολλὰς μὲν θυσίας πολλὰς δὲ καὶ ἱερομηνίας ἔπαυσε: τό τε γὰρ πλεῖστον τοῦ ἔτους ἐς αὐτὰς ἀνηλίσκετο, καὶ τῷ δημοσίῳ ζημία οὐκ [2] ἐλαχίστη ἐγίγνετο. ταύτας τε οὖν συνέτεμε, καὶ τὰ ἄλλα ὅσα ἐνεδέχετο συνέστειλε. καὶ τὰ μὲν ὑπὸ τοῦ Γαΐου μήτε ἐν δίκῃ μήτε ἐν λόγῳ τινὶ δοθέντα τισὶν ἀπῄτησε, τοῖς δὲ ὁδοποιοῖς ἀπέδωκεν ὅσα ἐπ᾽ αὐτοῦ διὰ τὸν Κορβούλωνα ἐζημίωντο. [3] πρὸς δ᾽ ἔτι τοῖς ἄρχουσι τοῖς κληρωτοῖς, βραδέως ἔτι καὶ τότε ἐκ τῆς πόλεως ἐξορμωμένοις, προεῖπε πρὶν μεσοῦν τὸν Ἀπρίλιον ἀπαίρειν. [p. 410] τούς τε Λυκίους στασιάσαντας, ὥστε καὶ Ῥωμαίους τινὰς ἀποκτεῖναι, ἐδουλώσατό τε καὶ ἐς [4] τὸν τῆς Παμφυλίας νομὸν ἐσέγραψεν. ἐν δὲ δὴ τῇ διαγνώσει ταύτῃ ῾ἐποιεῖτο δὲ αὐτὴν ἐν τῷ βουλευτηρίᾠ ἐπύθετο τῇ Λατίνων γλώσσῃ τῶν πρεσβευτῶν τινος, Λυκίου μὲν τὸ ἀρχαῖον ὄντος Ῥωμαίου δὲ γεγονότος: καὶ αὐτόν, ἐπειδὴ μὴ συνῆκε τὸ λεχθέν, τὴν πολιτείαν ἀφείλετο, εἰπὼν μὴ δεῖν Ῥωμαῖον εἶναι τὸν μὴ καὶ τὴν διάλεξίν [5] σφων ἐπιστάμενον. συχνοὺς δὲ δὴ καὶ ἄλλους καὶ ἀναξίους 1 τῆς πολιτείας ἀπήλασε, καὶ ἑτέροις αὐτὴν καὶ πάνυ ἀνέδην, 2 τοῖς μὲν κατ᾽ ἄνδρα τοῖς δὲ καὶ ἀθρόοις, ἐδίδου. ἐπειδὴ γὰρ ἐν πᾶσιν ὡς εἰπεῖν οἱ Ῥωμαῖοι τῶν ξένων προετετίμηντο, πολλοὶ αὐτὴν παρά τε αὐτοῦ ἐκείνου ᾐτοῦντο καὶ παρὰ τῆς Μεσσαλίνης τῶν τε Καισαρείων 3 [6] ὠνοῦντο: καὶ διὰ: τοῦτο μεγάλων τὸ πρῶτον χρημάτων πραθεῖσα, ἔπειθ᾽ οὕτως ὑπὸ τῆς εὐχερείας ἐπευωνίσθη ὥστε καὶ λογοποιηθῆναι ὅτι κἂν ὑάλινά 4 τις σκεύη συντετριμμένα δῷ τινι [7] πολίτης ἔσται. ἐπὶ μὲν οὖν τούτῳ διεσκώπτετο, ἐπὶ δὲ ἐκείνῳ ἐπῃνεῖτο ὅτι πολλῶν συκοφαντουμένων, τῶν μὲν ὅτι τῇ τοῦ Κλαυδίου προσρήσει οὐκ ἐχρῶντο, τῶν δὲ ὅτι μηδὲν αὐτῷ τελευτῶντες [p. 412] κατέλειπον, 5 ὡς καὶ ἀυαγκαῖον ὂν τοῖς τῆς πολιτείας παρ᾽ αὐτοῦ τυχοῦσιν ἑκάτερον 6 ποιεῖν, [8] ἀπηγόρευσε μηδένα ἐπ᾽ αὐτοῖς εὐθύνεσθαι. δ᾽ οὖν Μεσσαλῖνα οἵ τε ἀπελεύθεροι αὐτοῦ οὕτως οὐ τὴν πολιτείαν μόνον οὐδὲ τὰς στρατείας καὶ τὰς ἐπιτροπείας τάς τε ἡγεμονίας, ἀλλὰ καὶ τἆλλα πάντα ἀφειδῶς ἐπώλουν καὶ ἐκαπήλευον ὥστε σπανίσαι πάντα τὰ ὤνια, κἀκ τούτου καὶ τὸν Κλαύδιον ἀναγκασθῆναι ἔς τε τὸ Ἄρειον πεδίον συναγαγεῖν τὸ πλῆθος, κἀνταῦθα ἀπὸ [9] βήματος τὰς τιμὰς αὐτῶν διατάξαι. αὐτὸς μὲν οὖν ὁπλομαχίας ἀγῶνα ἐν τῷ στρατοπέδῳ, χλαμύδα ἐνδύς, ἔθηκε: τὰ δὲ δὴ γενέθλια τὰ τοῦ υἱέος αὐτοῦ οἱ στρατηγοὶ ἐθελονταὶ θέας τέ τινος ποιήσει καὶ δείπνων ἑώρτασαν. καὶ τοῦτο καὶ αὖθις, ὅσοις γε καὶ ἔδοξεν αὐτῶν, ἐπράχθη. ”

1 van Herserden proposes w(s kai\ a)naci/ous (‘on the ground that they sere unsorthy’).

2 a)ne/dhn Leuncl., a)nai/dhn M.

3 *kaisarei/wn R. Steph., kaisari/wn M.

4 u(a/lina/ Xiph., u(a/lina/ M.

5 kate/leipon H. Steph., kate/lipon M.

6 After e(ka/teron a leaf is lost from M. Its place is taken by L'(see Introd., Vol. I., p. xxv).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: