previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. δὲ Σεϊανὸς τοσοῦτος ἦν τῇ τε ὑπεροχῇ 1 τοῦ φρονήματος καὶ τῷ μεγέθει τῆς ἐξουσίας ὥστε συνελόντι εἰπεῖν αὐτὸν μὲν αὐτοκράτορα τὸν δὲ Τιβέριον νησίαρχόν τινα εἶναι δοκεῖν διὰ τὸ ἐν τῇ νήσῳ τῇ λεγομένῃ Καπρίᾳ τὰς διατριβὰς [2] ποιεῖσθαι. σπουδαί τε 2 καὶ ὠθισμοὶ περὶ τὰς θύρας αὐτοῦ ἐγίγνοντο ἐκ τοῦ δεδιέναι μὴ μόνον μὴ οὐκ ὀφθῇ τις αὐτῷ, ἀλλὰ μὴ καὶ ἐν τοῖς ὑστάτοις φανῇ: πάντα γὰρ ἀκριβῶς, καὶ μάλιστα τὰ τῶν πρώτων, ἐτηρεῖτο καὶ τὰ ῥήματα καὶ τὰ [3] νεύματα. οἱ μὲν γὰρ οἰκείᾳ ἀξιώσει προύχοντες οὔτε τὰ δεξιώματα παρά τινων πάνυ ἀπαιτοῦσι, [p. 200] κἂν ἄρα καὶ ἐκλειφθῇ τι αὐτῶν, οὐκ ἐγκαλοῦσί σφισιν, ἅτε καὶ ἑαυτοῖς συνειδότες ὅτι μὴ καταφρονοῦνται: οἱ δὲ ἐπακτῷ καλλωπίσματι χρώμενοι πάντα ἰσχυρῶς τὰ τοιαῦτα, ὡς καὶ ἐς τὴν τοῦ ἀξιώματός σφων πλήρωσιν ἀναγκαῖα, ἐπιζητοῦσι, κἂν μὴ τύχωσιν αὐτῶν, ἄχθονταί τε ὡς διαβαλλόμενοι [4] καὶ ὀργίζονται ὡς ὑβριζόμενοι. καὶ διὰ τοῦτο μᾶλλον περὶ τοὺς τοιούτους περὶ αὐτοὺς ὡς εἰπεῖν τοὺς αὐτοκράτορας σπουδάζουσιν, ὅτι τοῖς μέν, κἂν πλημμεληθῇ τι, ἀρετὴν τὸ συγγνῶναί τῳ φέρει, τοῖς δὲ τοῦτο μὲν τὴν ἀσθένειάν σφων ἐλέγχειν δοκεῖ, τὸ δὲ ἐπεξελθεῖν καὶ τιμωρήσασθαι βεβαίωσιν τοῦ μέγα δύνασθαι ἔχειν νομίζεται. 3 [5] ἐν δέ τινι νουμηνίᾳ πάντων συνιόντων ἐς τὴν οἰκίαν τοῦ Σεϊανοῦ τε κλίνη ἐν τῷ δωματίῳ, ἐν ἠσπάζετο, κειμένη πᾶσα ὑπὸ τοῦ ὄχλου τῶν ἱζησάντων συνετρίβη, καὶ προϊόντος αὐτοῦ ἐκ τῆς [6] οἰκίας γαλῆ διὰ μέσων σφων διῇξεν. ἐπειδή τε καὶ ἐν τῷ Καπιτωλίῳ θύσας ἐς τὴν ἀγορὰν κατῄει, οἱ οἰκέται αὐτοῦ οἱ δορυφόροι διά τε τῆς ὁδοῦ τῆς ἐς 4 τὸ δεσμωτήριον ἀγούσης ἐξετράποντο, μὴ δυνηθέντες αὐτῷ ὑπὸ τοῦ ὄχλου ἐπακολουθῆσαι, καὶ κατὰ τῶν ἀναβασμῶν καθ᾽ ὧν οἱ δικαιούμενοι ἐρριπτοῦντο κατιόντες ὤλισθον καὶ [7] κατέπεσον. οἰωνιζομένου τε μετὰ τοῦτο αὐτοῦ τῶν μὲν αἰσίων ὀρνίθων ἐπεφάνη οὐδείς, κόρακες δὲ δὴ πολλοὶ 5 περιιπτάμενοι καὶ περικρώξαντες αὐτὸν ἀπέπταντο ἀθρόοι πρὸς τὸ οἴκημα καὶ ὑπὲρ αὐτοῦ ἐκαθέζοντο. [p. 202]

1 te u(peroxh=| L', u(peroxh| te *wC.

2 te *wL'. de\ C.

3 nomi/zetai *wL', nomi/zesqai C.

4 e)s R. Steph., ei)s *wCL'.

5 polloi\ *wC, om. L'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: