Δαναός
710εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι.
ὑμεῖς δὲ μὴ τρέσητ᾽ ἀκούσασαι πατρὸς
ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ
τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει:
715στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν,
οἴακος εὐθυντῆρος ὑστάτου νεὼς
ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.
πρέπουσι δ᾽ ἄνδρες νάιοι μελαγχίμοις
720γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ 'πικουρία
εὔπρεπτος: αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα
στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
725πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.
ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω λαβών.
ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,
ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν.
730ὅμως δ᾽ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
θάρσει: χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ
θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορός
πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
735ἥκουσι: μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.