Χορός
565βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι
χλωρῷ δείματι θυμὸν
πάλλοντ᾽ ὄψιν ἀήθη,
βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
τὰν μὲν βοός,
570τὰν δ᾽ αὖ γυναικός: τέρας δ᾽ ἐθάμβουν.
καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
ξας πολύπλαγκτον ἀθλίαν
οἰστροδόνητον Ἰώ;