Βασιλεύς
καὶ δὴ πέφρασμαι. δεῦρο δ᾽ ἐξοκέλλεται.
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
440πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
†ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου†
445γένοιτ᾽ ἂν ἄλλα Κτησίου Διὸς χάριν:
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
γένοιτο μύθου μῦθος ἂν θελκτήριος
ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.
ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται,
450δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
ἦ κάρτα νείκους τοῦδ᾽ ἔσω παροίχομαι
θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
εἶναι. γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.
Χορός
455πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
Βασιλεύς
ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.
Χορός
ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων
Βασιλεύς
τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
Χορός
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—
Βασιλεύς
460λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσῃ.
Χορός
εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ—
Βασιλεύς
τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορός
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλεύς
αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς φράσον.
Χορός
465ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.
Βασιλεύς
ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χορός
ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλεύς
καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται:
470ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον
τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,
μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.
εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
475σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
480σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ ψόγος
485ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος:
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.