Χορός
κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
Ἰὼ γενέσθαι τῇ δ᾽ ἐν Ἀργείᾳ χθονί;
Βασιλεύς
ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
Χορός
295μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
Βασιλεύς
κἄκρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.
Χορός
πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Βασιλεύς
βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
Χορός
300οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ;
Βασιλεύς
φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
Χορός
τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;
Βασιλεύς
τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
Χορός
ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Βασιλεύς
305Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Χορός
τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
Βασιλεύς
βοηλάτην μύωπα κινητήριον.
Χορός
οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
Βασιλεύς
τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
Χορός
310καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Βασιλεύς
καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Χορός
καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
Βασιλεύς
τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
Χορός
315Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
Χορός
Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.
Βασιλεύς
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χορός
Βῆλον δίπαιδα πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
Βασιλεύς
320τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
Χορός
Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις.
Βασιλεύς
καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.