Χορός
βραχὺς τορός θ᾽ ὁ μῦθος: Ἀργεῖαι γένος
275ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός:
καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ.
Βασιλεύς
ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί,
ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
280γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις
εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων:
τοίας τ᾽ ἀκούω νομάδας ἱπποβάμοσιν
285εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα
παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας.
καὶ τὰς ἀνάνδρους κρεοβόρους τ᾽ Ἀμαζόνας,
εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα
ὑμᾶς. διδαχθεὶς δ᾽ ἂν τόδ᾽ εἰδείην πλέον,
290ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.