Βασιλεύς
ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον
235πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
240ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:
μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν,
245εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορός
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
ἢ ῥήτορ᾽ ἱεροράβδον, ἢ πόλεως ἀγόν;
Βασιλεύς
πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί.
250τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος
ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν, ἧς δι᾽ ἁγνὸς ἔρχεται
255Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα. συντέμνει δ᾽ ὅρος
ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε κρατῶ.
260
αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
265τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν
χρανθεῖσ᾽ ἀνῆκε γαῖα μηνιταῖ᾽ ἄχη
δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
270μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς.
ἔχουσα δ᾽ ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια
γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.