Δαναός
ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος:
Χορός
θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναός
μή νυν σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.
Χορός
210ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.
Δαναός
κείνου θέλοντος εὖ τελευτήσει τάδε.
Δαναός
καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
Χορός
καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—
Δαναός
ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν.
Χορός
215εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
Δαναός
συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
Χορός
τίν᾽ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;
Δαναός
ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορός
ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
Δαναός
220Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
Χορός
ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
Δαναός
πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν
σέβεσθ᾽: ἐν ἁγνῷ δ᾽ ἑσμὸς ὡς πελειάδων
ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
225ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα
ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ 'ν Ἅιδου θανὼν
φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
230κἀκεῖ δικάζει τἀπλακήμαθ᾽, ὡς λόγος,
Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.