previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δαναός

παῖδες, φρονεῖν χρή: ξὺν φρονοῦντι δ᾽ ἥκετε
πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί.
καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας.
180

ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ:
σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι:
ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον
λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν:
τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
185ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος
ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον,
ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, κόραι,
πάγον προσίζειν τόνδ᾽ ἀγωνίων θεῶν.
190κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος
ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
ἱκετηρίας, ἁγάλματ᾽ αἰδοίου Διός,
σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ᾽ ἔπη
195ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει,
τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.
φθογγῇ δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
τὸ μὴ μάταιον δ᾽ ἐκ μετωποσωφρόνων
ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου.
200καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ
γένῃ. τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος.
μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένη φυγάς.
θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.

Χορός

πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
205φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: